Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 27

ἔτι δὲ προσθεὶς Ιωβ εἰ̃πεν τω̨̃ προοιμίω̨
ζη̨̃ κύριος ὃς οὕτω με κέκρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν
ἠ̃ μὴν ἔτι τη̃ς πνοη̃ς μου ἐνούσης πνευ̃μα δὲ θει̃ον τὸ περιόν μοι ἐν ῥισίν
μὴ λαλήσειν τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα
μή μοι εἴη δικαίους ὑμα̃ς ἀποφη̃ναι ἕως ἂν ἀποθάνω οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν
δικαιοσύνη̨ δὲ προσέχων οὐ μὴ προω̃μαι οὐ γὰρ σύνοιδα ἐμαυτω̨̃ ἄτοπα πράξας
οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τω̃ν ἀσεβω̃ν καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τω̃ν παρανόμων
καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβει̃ ὅτι ἐπέχει πεποιθὼς ἐπὶ κύριον ἀ̃ρα σωθήσεται
ἠ̃ τὴν δέησιν αὐτου̃ εἰσακούσεται κύριος ἢ ἐπελθούσης αὐτω̨̃ ἀνάγκης
10 μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτου̃ ἢ ὡς ἐπικαλεσαμένου αὐτου̃ εἰσακούσεται αὐτου̃
11 ἀλλὰ δὴ ἀναγγελω̃ ὑμι̃ν τί ἐστιν ἐν χειρὶ κυρίου ἅ ἐστιν παρὰ παντοκράτορι οὐ ψεύσομαι
12 ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοι̃ς ἐπιβάλλετε
13 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβου̃ς παρὰ κυρίου κτη̃μα δὲ δυναστω̃ν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς
14 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτου̃ εἰς σφαγὴν ἔσονται ἐὰν δὲ καὶ ἀνδρωθω̃σιν προσαιτήσουσιν
15 οἱ δὲ περιόντες αὐτου̃ ἐν θανάτω̨ τελευτήσουσιν χήρας δὲ αὐτω̃ν οὐθεὶς ἐλεήσει
16 ἐὰν συναγάγη̨ ὥσπερ γη̃ν ἀργύριον ἴσα δὲ πηλω̨̃ ἑτοιμάση̨ χρυσίον
17 ταυ̃τα πάντα δίκαιοι περιποιήσονται τὰ δὲ χρήματα αὐτου̃ ἀληθινοὶ καθέξουσιν
18 ἀπέβη δὲ ὁ οἰ̃κος αὐτου̃ ὥσπερ ση̃τες καὶ ὥσπερ ἀράχνη
19 πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει ὀφθαλμοὺς αὐτου̃ διήνοιξεν καὶ οὐκ ἔστιν
20 συνήντησαν αὐτω̨̃ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος
21 ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ του̃ τόπου αὐτου̃
22 καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ φείσεται ἐκ χειρὸς αὐτου̃ φυγη̨̃ φεύξεται
23 κροτήσει ἐπ' αὐτου̃ χει̃ρας αὐτου̃ καὶ συριει̃ αὐτὸν ἐκ του̃ τόπου αὐτου̃
Читать далее:ΙΩΒ, κεφαλίς 28
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).