ΙΩΒ,
κεφαλίς 28,
στἰχοι 1-11
1 ἔστιν γὰρ ἀργυρίω̨ τόπος ὅθεν γίνεται τόπος δὲ χρυσίω̨ ὅθεν διηθει̃ται |
2 σίδηρος μὲν γὰρ ἐκ γη̃ς γίνεται χαλκὸς δὲ ἴσα λίθω̨ λατομει̃ται |
3 τάξιν ἔθετο σκότει καὶ πα̃ν πέρας αὐτὸς ἐξακριβάζεται λίθος σκοτία καὶ σκιὰ θανάτου |
4 διακοπὴ χειμάρρου ἀπὸ κονίας οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτω̃ν |
5 γη̃ ἐξ αὐτη̃ς ἐξελεύσεται ἄρτος ὑποκάτω αὐτη̃ς ἐστράφη ὡσεὶ πυ̃ρ |
6 τόπος σαπφείρου οἱ λίθοι αὐτη̃ς καὶ χω̃μα χρυσίον αὐτω̨̃ |
7 τρίβος οὐκ ἔγνω αὐτὴν πετεινόν καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός |
8 οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων οὐ παρη̃λθεν ἐπ' αὐτη̃ς λέων |
9 ἐν ἀκροτόμω̨ ἐξέτεινεν χει̃ρα αὐτου̃ κατέστρεψεν δὲ ἐκ ῥιζω̃ν ὄρη |
10 δίνας δὲ ποταμω̃ν ἔρρηξεν πα̃ν δὲ ἔντιμον εἰ̃δέν μου ὁ ὀφθαλμός |
11 βάθη δὲ ποταμω̃ν ἀνεκάλυψεν ἔδειξεν δὲ ἑαυτου̃ δύναμιν εἰς φω̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.