ΙΩΒ,
κεφαλίς 28,
στἰχοι 12-22
12 ἡ δὲ σοφία πόθεν εὑρέθη ποι̃ος δὲ τόπος ἐστὶν τη̃ς ἐπιστήμης |
13 οὐκ οἰ̃δεν βροτὸς ὁδὸν αὐτη̃ς οὐδὲ μὴ εὑρεθη̨̃ ἐν ἀνθρώποις |
14 ἄβυσσος εἰ̃πεν οὐκ ἔστιν ἐν ἐμοί καὶ θάλασσα εἰ̃πεν οὐκ ἔστιν μετ' ἐμου̃ |
15 οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτη̃ς καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτη̃ς |
16 καὶ οὐ συμβασταχθήσεται χρυσίω̨ Ωφιρ ἐν ὄνυχι τιμίω̨ καὶ σαπφείρω̨ |
17 οὐκ ἰσωθήσεται αὐτη̨̃ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτη̃ς σκεύη χρυσα̃ |
18 μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα |
19 οὐκ ἰσωθήσεται αὐτη̨̃ τοπάζιον Αἰθιοπίας χρυσίω̨ καθαρω̨̃ οὐ συμβασταχθήσεται |
20 ἡ δὲ σοφία πόθεν εὑρέθη ποι̃ος δὲ τόπος ἐστὶν τη̃ς συνέσεως |
21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινω̃ν του̃ οὐρανου̃ ἐκρύβη |
22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἰ̃παν ἀκηκόαμεν δὲ αὐτη̃ς τὸ κλέος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.