ΙΩΒ,
κεφαλίς 32
1 ἡσύχασαν δὲ καὶ οἱ τρει̃ς φίλοι αὐτου̃ ἔτι ἀντειπει̃ν Ιωβ ἠ̃ν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτω̃ν |
2 ὠργίσθη δὲ Ελιους ὁ του̃ Βαραχιηλ ὁ Βουζίτης ἐκ τη̃ς συγγενείας Ραμ τη̃ς Αυσίτιδος χώρας ὠργίσθη δὲ τω̨̃ Ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου |
3 καὶ κατὰ τω̃ν τριω̃ν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθη̃ναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἰ̃ναι ἀσεβη̃ |
4 Ελιους δὲ ὑπέμεινεν δου̃ναι ἀπόκρισιν Ιωβ ὅτι πρεσβύτεροι αὐτου̃ εἰσιν ἡμέραις |
5 καὶ εἰ̃δεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τω̃ν τριω̃ν ἀνδρω̃ν καὶ ἐθυμώθη ὀργὴ αὐτου̃ |
6 ὑπολαβὼν δὲ Ελιους ὁ του̃ Βαραχιηλ ὁ Βουζίτης εἰ̃πεν νεώτερος μέν εἰμι τω̨̃ χρόνω̨ ὑμει̃ς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς του̃ ὑμι̃ν ἀναγγει̃λαι τὴν ἐμαυτου̃ ἐπιστήμην |
7 εἰ̃πα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλω̃ν ἐν πολλοι̃ς δὲ ἔτεσιν οἴδασιν σοφίαν |
8 ἀλλὰ πνευ̃μά ἐστιν ἐν βροτοι̃ς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα |
9 οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ' οἱ γέροντες οἴδασιν κρίμα |
10 διὸ εἰ̃πα ἀκούσατέ μου καὶ ἀναγγελω̃ ὑμι̃ν ἃ οἰ̃δα |
11 ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρω̃ γὰρ ὑμω̃ν ἀκουόντων ἄχρι οὑ̃ ἐτάσητε λόγους |
12 καὶ μέχρι ὑμω̃ν συνήσω καὶ ἰδοὺ οὐκ ἠ̃ν τω̨̃ Ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτου̃ ἐξ ὑμω̃ν |
13 ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίω̨ προσθέμενοι |
14 ἀνθρώπω̨ δὲ ἐπετρέψατε λαλη̃σαι τοιαυ̃τα ῥήματα |
15 ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτω̃ν λόγους |
16 ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν |
17 ὑπολαβὼν δὲ Ελιους λέγει |
18 πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνευ̃μα τη̃ς γαστρός |
19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς |
20 λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη |
21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθω̃ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπω̃ |
22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ ση̃τες ἔδονται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.