ΙΩΒ,
κεφαλίς 40,
στἰχοι 1-9
1 καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τω̨̃ Ιωβ καὶ εἰ̃πεν |
2 μὴ κρίσιν μετὰ ἱκανου̃ ἐκκλινει̃ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν |
3 ὑπολαβὼν δὲ Ιωβ λέγει τω̨̃ κυρίω̨ |
4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαυ̃τα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δω̃ πρὸς ταυ̃τα χει̃ρα θήσω ἐπὶ στόματί μου |
5 ἅπαξ λελάληκα ἐπὶ δὲ τω̨̃ δευτέρω̨ οὐ προσθήσω |
6 ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἰ̃πεν τω̨̃ Ιωβ ἐκ του̃ νέφους |
7 μή ἀλλὰ ζω̃σαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι |
8 μὴ ἀποποιου̃ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανη̨̃ς δίκαιος |
9 ἠ̃ βραχίων σοί ἐστιν κατὰ του̃ κυρίου ἢ φωνη̨̃ κατ' αὐτὸν βροντα̨̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.