ΙΩΒ,
κεφαλίς 42
1 ὑπολαβὼν δὲ Ιωβ λέγει τω̨̃ κυρίω̨ |
2 οἰ̃δα ὅτι πάντα δύνασαι ἀδυνατει̃ δέ σοι οὐθέν |
3 τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν τίς δὲ ἀναγγελει̃ μοι ἃ οὐκ ἤ̨δειν μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην |
4 ἄκουσον δέ μου κύριε ἵνα κἀγὼ λαλήσω ἐρωτήσω δέ σε σὺ δέ με δίδαξον |
5 ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε |
6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἥγημαι δὲ ἐμαυτὸν γη̃ν καὶ σποδόν |
7 ἐγένετο δὲ μετὰ τὸ λαλη̃σαι τὸν κύριον πάντα τὰ ῥήματα ταυ̃τα τω̨̃ Ιωβ εἰ̃πεν ὁ κύριος Ελιφας τω̨̃ Θαιμανίτη̨ ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιωβ |
8 νυ̃ν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ καὶ ποιήσει κάρπωσιν περὶ ὑμω̃ν Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμω̃ν ὅτι εἰ μὴ πρόσωπον αὐτου̃ λήμψομαι εἰ μὴ γὰρ δι' αὐτόν ἀπώλεσα ἂν ὑμα̃ς οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ του̃ θεράποντός μου Ιωβ |
9 ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναι̃ος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοι̃ς ὁ κύριος καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοι̃ς διὰ Ιωβ |
10 ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ εὐξαμένου δὲ αὐτου̃ καὶ περὶ τω̃ν φίλων αὐτου̃ ἀφη̃κεν αὐτοι̃ς τὴν ἁμαρτίαν ἔδωκεν δὲ ὁ κύριος διπλα̃ ὅσα ἠ̃ν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν |
11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτου̃ καὶ αἱ ἀδελφαὶ αὐτου̃ πάντα τὰ συμβεβηκότα αὐτω̨̃ καὶ ἠ̃λθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ἤ̨δεισαν αὐτὸν ἐκ πρώτου φαγόντες δὲ καὶ πιόντες παρ' αὐτω̨̃ παρεκάλεσαν αὐτόν καὶ ἐθαύμασαν ἐπὶ πα̃σιν οἱ̃ς ἐπήγαγεν αὐτω̨̃ ὁ κύριος ἔδωκεν δὲ αὐτω̨̃ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσου̃ν ἄσημον |
12 ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν ἠ̃ν δὲ τὰ κτήνη αὐτου̃ πρόβατα μύρια τετρακισχίλια κάμηλοι ἑξακισχίλιαι ζεύγη βοω̃ν χίλια ὄνοι θήλειαι νομάδες χίλιαι |
13 γεννω̃νται δὲ αὐτω̨̃ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρει̃ς |
14 καὶ ἐκάλεσεν τὴν μὲν πρώτην 'Ημέραν τὴν δὲ δευτέραν Κασίαν τὴν δὲ τρίτην 'Αμαλθείας κέρας |
15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτω̃ν ἐν τη̨̃ ὑπ' οὐρανόν ἔδωκεν δὲ αὐται̃ς ὁ πατὴρ κληρονομίαν ἐν τοι̃ς ἀδελφοι̃ς |
16 ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ καὶ εἰ̃δεν Ιωβ τοὺς υἱοὺς αὐτου̃ καὶ τοὺς υἱοὺς τω̃ν υἱω̃ν αὐτου̃ τετάρτην γενεάν |
17 καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.