Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΗΛ, κεφαλίς 2

σαλπίσατε σάλπιγγι ἐν Σιων κηρύξατε ἐν ὄρει ἁγίω̨ μου καὶ συγχυθήτωσαν πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν διότι πάρεστιν ἡμέρα κυρίου ὅτι ἐγγύς
ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός ὅμοιος αὐτω̨̃ οὐ γέγονεν ἀπὸ του̃ αἰω̃νος καὶ μετ' αὐτὸν οὐ προστεθήσεται ἕως ἐτω̃ν εἰς γενεὰς γενεω̃ν
τὰ ἔμπροσθεν αὐτου̃ πυ̃ρ ἀναλίσκον καὶ τὰ ὀπίσω αὐτου̃ ἀναπτομένη φλόξ ὡς παράδεισος τρυφη̃ς ἡ γη̃ πρὸ προσώπου αὐτου̃ καὶ τὰ ὄπισθεν αὐτου̃ πεδίον ἀφανισμου̃ καὶ ἀνασω̨ζόμενος οὐκ ἔσται αὐτω̨̃
ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτω̃ν καὶ ὡς ἱππει̃ς οὕτως καταδιώξονται
ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τω̃ν ὀρέων ἐξαλου̃νται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον
ἀπὸ προσώπου αὐτου̃ συντριβήσονται λαοί πα̃ν πρόσωπον ὡς πρόσκαυμα χύτρας
ὡς μαχηταὶ δραμου̃νται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη καὶ ἕκαστος ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃ πορεύσεται καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτω̃ν
καὶ ἕκαστος ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃ οὐκ ἀφέξεται καταβαρυνόμενοι ἐν τοι̃ς ὅπλοις αὐτω̃ν πορεύσονται καὶ ἐν τοι̃ς βέλεσιν αὐτω̃ν πεσου̃νται καὶ οὐ μὴ συντελεσθω̃σιν
τη̃ς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τω̃ν τειχέων δραμου̃νται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται
10 πρὸ προσώπου αὐτω̃ν συγχυθήσεται ἡ γη̃ καὶ σεισθήσεται ὁ οὐρανός ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτω̃ν
11 καὶ κύριος δώσει φωνὴν αὐτου̃ πρὸ προσώπου δυνάμεως αὐτου̃ ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτου̃ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτου̃ διότι μεγάλη ἡ ἡμέρα του̃ κυρίου μεγάλη καὶ ἐπιφανὴς σφόδρα καὶ τίς ἔσται ἱκανὸς αὐτη̨̃
12 καὶ νυ̃ν λέγει κύριος ὁ θεὸς ὑμω̃ν ἐπιστράφητε πρός με ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐν νηστεία̨ καὶ ἐν κλαυθμω̨̃ καὶ ἐν κοπετω̨̃
13 καὶ διαρρήξατε τὰς καρδίας ὑμω̃ν καὶ μὴ τὰ ἱμάτια ὑμω̃ν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν μακρόθυμος καὶ πολυέλεος καὶ μετανοω̃ν ἐπὶ ται̃ς κακίαις
14 τίς οἰ̃δεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτου̃ εὐλογίαν θυσίαν καὶ σπονδὴν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν
15 σαλπίσατε σάλπιγγι ἐν Σιων ἁγιάσατε νηστείαν κηρύξατε θεραπείαν
16 συναγάγετε λαόν ἁγιάσατε ἐκκλησίαν ἐκλέξασθε πρεσβυτέρους συναγάγετε νήπια θηλάζοντα μαστούς ἐξελθάτω νυμφίος ἐκ του̃ κοιτω̃νος αὐτου̃ καὶ νύμφη ἐκ του̃ παστου̃ αὐτη̃ς
17 ἀνὰ μέσον τη̃ς κρηπι̃δος του̃ θυσιαστηρίου κλαύσονται οἱ ἱερει̃ς οἱ λειτουργου̃ντες κυρίω̨ καὶ ἐρου̃σιν φει̃σαι κύριε του̃ λαου̃ σου καὶ μὴ δω̨̃ς τὴν κληρονομίαν σου εἰς ὄνειδος του̃ κατάρξαι αὐτω̃ν ἔθνη ὅπως μὴ εἴπωσιν ἐν τοι̃ς ἔθνεσιν που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν
18 καὶ ἐζήλωσεν κύριος τὴν γη̃ν αὐτου̃ καὶ ἐφείσατο του̃ λαου̃ αὐτου̃
19 καὶ ἀπεκρίθη κύριος καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ αὐτου̃ ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμι̃ν τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ ἐμπλησθήσεσθε αὐτω̃ν καὶ οὐ δώσω ὑμα̃ς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοι̃ς ἔθνεσι
20 καὶ τὸν ἀπὸ βορρα̃ ἐκδιώξω ἀφ' ὑμω̃ν καὶ ἐξώσω αὐτὸν εἰς γη̃ν ἄνυδρον καὶ ἀφανιω̃ τὸ πρόσωπον αὐτου̃ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτου̃ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἀναβήσεται ἡ σαπρία αὐτου̃ καὶ ἀναβήσεται ὁ βρόμος αὐτου̃ ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτου̃
21 θάρσει γη̃ χαι̃ρε καὶ εὐφραίνου ὅτι ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι
22 θαρσει̃τε κτήνη του̃ πεδίου ὅτι βεβλάστηκεν πεδία τη̃ς ἐρήμου ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτου̃ ἄμπελος καὶ συκη̃ ἔδωκαν τὴν ἰσχὺν αὐτω̃ν
23 καὶ τὰ τέκνα Σιων χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν διότι ἔδωκεν ὑμι̃ν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμι̃ν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν
24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου
25 καὶ ἀνταποδώσω ὑμι̃ν ἀντὶ τω̃ν ἐτω̃ν ὡ̃ν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βρου̃χος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμα̃ς
26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου του̃ θεου̃ ὑμω̃ν ἃ ἐποίησεν μεθ' ὑμω̃ν εἰς θαυμάσια καὶ οὐ μὴ καταισχυνθη̨̃ ὁ λαός μου εἰς τὸν αἰω̃να
27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσω̨ του̃ Ισραηλ ἐγώ εἰμι καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ καὶ οὐ μὴ καταισχυνθω̃σιν οὐκέτι πα̃ς ὁ λαός μου εἰς τὸν αἰω̃να
28 καὶ ἔσται μετὰ ταυ̃τα καὶ ἐκχεω̃ ἀπὸ του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνύπνια ἐνυπνιασθήσονται καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται
29 καὶ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας ἐν ται̃ς ἡμέραις ἐκείναις ἐκχεω̃ ἀπὸ του̃ πνεύματός μου
30 καὶ δώσω τέρατα ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς αἱ̃μα καὶ πυ̃ρ καὶ ἀτμίδα καπνου̃
31 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἱ̃μα πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃
32 καὶ ἔσται πα̃ς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται ὅτι ἐν τω̨̃ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασω̨ζόμενος καθότι εἰ̃πεν κύριος καὶ εὐαγγελιζόμενοι οὓς κύριος προσκέκληται
Читать далее:ΙΩΗΛ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).