ΙΩΗΛ,
κεφαλίς 3,
στἰχοι 1-5
1 διότι ἰδοὺ ἐγὼ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ |
2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκει̃ ὑπὲρ του̃ λαου̃ μου καὶ τη̃ς κληρονομίας μου Ισραηλ οἳ διεσπάρησαν ἐν τοι̃ς ἔθνεσιν καὶ τὴν γη̃ν μου καταδιείλαντο |
3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον |
4 καὶ τί καὶ ὑμει̃ς ἐμοί Τύρος καὶ Σιδὼν καὶ πα̃σα Γαλιλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμει̃ς ἀνταποδίδοτέ μοι ἢ μνησικακει̃τε ὑμει̃ς ἐπ' ἐμοὶ ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμω̃ν εἰς κεφαλὰς ὑμω̃ν |
5 ἀνθ' ὡ̃ν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.