ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 13,
στἰχοι 31-38
31 ὅτε οὐ̃ν ἐξη̃λθεν λέγει ’Ιησου̃ς νυ̃ν ἐδοξάσθη ὁ υἱòς του̃ ἀνθρώπου καὶ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃ |
32 εἰ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃ καὶ ὁ θεòς δοξάσει αὐτòν ἐν αὐτω̨̃ καὶ εὐθὺς δοξάσει αὐτόν |
33 τεκνία ἔτι μικρòν μεθ' ὑμω̃ν εἰμι ζητήσετέ με καὶ καθὼς εἰ̃πον τοι̃ς ’Ιουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν καὶ ὑμι̃ν λέγω ἄρτι |
34 ἐντολὴν καινὴν δίδωμι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς ἵνα καὶ ὑμει̃ς ἀγαπα̃τε ἀλλήλους |
35 ἐν τούτω̨ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις |
36 λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε που̃ ὑπάγεις ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς ὅπου ὑπάγω οὐ δύνασαί μοι νυ̃ν ἀκολουθη̃σαι ἀκολουθήσεις δὲ ὕστερον |
37 λέγει αὐτω̨̃ ὁ Πέτρος κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθη̃σαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σου̃ θήσω |
38 ἀποκρίνεται ’Ιησου̃ς τὴν ψυχήν σου ὑπὲρ ἐμου̃ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήση̨ ἕως οὑ̃ ἀρνήση̨ με τρίς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.