ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 14,
στἰχοι 13-31
13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τω̨̃ ὀνόματί μου του̃το ποιήσω ἵνα δοξασθη̨̃ ὁ πατὴρ ἐν τω̨̃ υἱω̨̃ |
14 ἐάν τι αἰτήσητέ με ἐν τω̨̃ ὀνόματί μου ἐγὼ ποιήσω |
15 ἐὰν ἀγαπα̃τέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε |
16 κἀγὼ ἐρωτήσω τòν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμι̃ν ἵνα μεθ' ὑμω̃ν εἰς τòν αἰω̃να ἠ̨̃ |
17 τò πνευ̃μα τη̃ς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβει̃ν ὅτι οὐ θεωρει̃ αὐτò οὐδὲ γινώσκει ὑμει̃ς γινώσκετε αὐτό ὅτι παρ' ὑμι̃ν μένει καὶ ἐν ὑμι̃ν ἔσται |
18 οὐκ ἀφήσω ὑμα̃ς ὀρφανούς ἔρχομαι πρòς ὑμα̃ς |
19 ἔτι μικρòν καὶ ὁ κόσμος με οὐκέτι θεωρει̃ ὑμει̃ς δὲ θεωρει̃τέ με ὅτι ἐγὼ ζω̃ καὶ ὑμει̃ς ζήσετε |
20 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ γνώσεσθε ὑμει̃ς ὅτι ἐγὼ ἐν τω̨̃ πατρί μου καὶ ὑμει̃ς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμι̃ν |
21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρω̃ν αὐτὰς ἐκει̃νός ἐστιν ὁ ἀγαπω̃ν με ὁ δὲ ἀγαπω̃ν με ἀγαπηθήσεται ὑπò του̃ πατρός μου κἀγὼ ἀγαπήσω αὐτòν καὶ ἐμφανίσω αὐτω̨̃ ἐμαυτόν |
22 λέγει αὐτω̨̃ ’Ιούδας οὐχ ὁ ’Ισκαριώτης κύριε καὶ τί γέγονεν ὅτι ἡμι̃ν μέλλεις ἐμφανίζειν σεαυτòν καὶ οὐχὶ τω̨̃ κόσμω̨ |
23 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ἐάν τις ἀγαπα̨̃ με τòν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρòς αὐτòν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτω̨̃ ποιησόμεθα |
24 ὁ μὴ ἀγαπω̃ν με τοὺς λόγους μου οὐ τηρει̃ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμòς ἀλλὰ του̃ πέμψαντός με πατρός |
25 ταυ̃τα λελάληκα ὑμι̃ν παρ' ὑμι̃ν μένων |
26 ὁ δὲ παράκλητος τò πνευ̃μα τò ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τω̨̃ ὀνόματί μου ἐκει̃νος ὑμα̃ς διδάξει πάντα καὶ ὑπομνήσει ὑμα̃ς πάντα ἃ εἰ̃πον ὑμι̃ν ἐγώ |
27 εἰρήνην ἀφίημι ὑμι̃ν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμι̃ν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμι̃ν μὴ ταρασσέσθω ὑμω̃ν ἡ καρδία μηδὲ δειλιάτω |
28 ἠκούσατε ὅτι ἐγὼ εἰ̃πον ὑμι̃ν ὑπάγω καὶ ἔρχομαι πρòς ὑμα̃ς εἰ ἠγαπα̃τέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρòς τòν πατέρα ὅτι ὁ πατὴρ μείζων μού ἐστιν |
29 καὶ νυ̃ν εἴρηκα ὑμι̃ν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε |
30 οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμω̃ν ἔρχεται γὰρ ὁ του̃ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν |
31 ἀλλ' ἵνα γνω̨̃ ὁ κόσμος ὅτι ἀγαπω̃ τòν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιω̃ ἐγείρεσθε ἄγωμεν ἐντευ̃θεν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.