Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 2

καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ γάμος ἐγένετο ἐν Κανὰ τη̃ς Γαλιλαίας καὶ ἠ̃ν ἡ μήτηρ του̃ ’Ιησου̃ ἐκει̃
ἐκλήθη δὲ καὶ ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τòν γάμον
καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ του̃ ’Ιησου̃ πρòς αὐτόν οἰ̃νον οὐκ ἔχουσιν
καὶ λέγει αὐτη̨̃ ὁ ’Ιησου̃ς τί ἐμοὶ καὶ σοί γύναι οὔπω ἥκει ἡ ὥρα μου
λέγει ἡ μήτηρ αὐτου̃ τοι̃ς διακόνοις ὅ τι ἂν λέγη̨ ὑμι̃ν ποιήσατε
ἠ̃σαν δὲ ἐκει̃ λίθιναι ὑδρίαι ἓξ κατὰ τòν καθαρισμòν τω̃ν ’Ιουδαίων κείμεναι χωρου̃σαι ἀνὰ μετρητὰς δύο ἢ τρει̃ς
λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς γεμίσατε τὰς ὑδρίας ὕδατος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω
καὶ λέγει αὐτοι̃ς ἀντλήσατε νυ̃ν καὶ φέρετε τω̨̃ ἀρχιτρικλίνω̨ οἱ δὲ ἤνεγκαν
ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τò ὕδωρ οἰ̃νον γεγενημένον καὶ οὐκ ἤ̨δει πόθεν ἐστίν οἱ δὲ διάκονοι ἤ̨δεισαν οἱ ἠντληκότες τò ὕδωρ φωνει̃ τòν νυμφίον ὁ ἀρχιτρίκλινος
10 καὶ λέγει αὐτω̨̃ πα̃ς ἄνθρωπος πρω̃τον τòν καλòν οἰ̃νον τίθησιν καὶ ὅταν μεθυσθω̃σιν τòν ἐλάσσω σὺ τετήρηκας τòν καλòν οἰ̃νον ἕως ἄρτι
11 ταύτην ἐποίησεν ἀρχὴν τω̃ν σημείων ὁ ’Ιησου̃ς ἐν Κανὰ τη̃ς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτου̃ καὶ ἐπίστευσαν εἰς αὐτòν οἱ μαθηταὶ αὐτου̃
12 μετὰ του̃το κατέβη εἰς Καφαρναοὺμ αὐτòς καὶ ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οἱ μαθηταὶ αὐτου̃ καὶ ἐκει̃ ἔμειναν οὐ πολλὰς ἡμέρας
13 καὶ ἐγγὺς ἠ̃ν τò πάσχα τω̃ν ’Ιουδαίων καὶ ἀνέβη εἰς ‘Ιεροσόλυμα ὁ ’Ιησου̃ς
14 καὶ εὑ̃ρεν ἐν τω̨̃ ἱερω̨̃ τοὺς πωλου̃ντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ του̃ ἱερου̃ τά τε πρόβατα καὶ τοὺς βόας καὶ τω̃ν κολλυβιστω̃ν ἐξέχεεν τò κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν
16 καὶ τοι̃ς τὰς περιστερὰς πωλου̃σιν εἰ̃πεν ἄρατε ταυ̃τα ἐντευ̃θεν μὴ ποιει̃τε τòν οἰ̃κον του̃ πατρός μου οἰ̃κον ἐμπορίου
17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτου̃ ὅτι γεγραμμένον ἐστίν ὁ ζη̃λος του̃ οἴκου σου καταφάγεταί με
18 ἀπεκρίθησαν οὐ̃ν οἱ ’Ιουδαι̃οι καὶ εἰ̃παν αὐτω̨̃ τί σημει̃ον δεικνύεις ἡμι̃ν ὅτι ταυ̃τα ποιει̃ς
19 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς λύσατε τòν ναòν του̃τον καὶ ἐν τρισὶν ἡμέραις ἐγερω̃ αὐτόν
20 εἰ̃παν οὐ̃ν οἱ ’Ιουδαι̃οι τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναòς οὑ̃τος καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερει̃ς αὐτόν
21 ἐκει̃νος δὲ ἔλεγεν περὶ του̃ ναου̃ του̃ σώματος αὐτου̃
22 ὅτε οὐ̃ν ἠγέρθη ἐκ νεκρω̃ν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτου̃ ὅτι του̃το ἔλεγεν καὶ ἐπίστευσαν τη̨̃ γραφη̨̃ καὶ τω̨̃ λόγω̨ ὃν εἰ̃πεν ὁ ’Ιησου̃ς
23 ὡς δὲ ἠ̃ν ἐν τοι̃ς ‘Ιεροσολύμοις ἐν τω̨̃ πάσχα ἐν τη̨̃ ἑορτη̨̃ πολλοὶ ἐπίστευσαν εἰς τò ὄνομα αὐτου̃ θεωρου̃ντες αὐτου̃ τὰ σημει̃α ἃ ἐποίει
24 αὐτòς δὲ ’Ιησου̃ς οὐκ ἐπίστευεν αὐτòν αὐτοι̃ς διὰ τò αὐτòν γινώσκειν πάντας
25 καὶ ὅτι οὐ χρείαν εἰ̃χεν ἵνα τις μαρτυρήση̨ περὶ του̃ ἀνθρώπου αὐτòς γὰρ ἐγίνωσκεν τί ἠ̃ν ἐν τω̨̃ ἀνθρώπω̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).