ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 3,
στἰχοι 12-21
12 εἰ τὰ ἐπίγεια εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε πω̃ς ἐὰν εἴπω ὑμι̃ν τὰ ἐπουράνια πιστεύσετε |
13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τòν οὐρανòν εἰ μὴ ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ὁ υἱòς του̃ ἀνθρώπου |
14 καὶ καθὼς Μωϋση̃ς ὕψωσεν τòν ὄφιν ἐν τη̨̃ ἐρήμω̨ οὕτως ὑψωθη̃ναι δει̃ τòν υἱòν του̃ ἀνθρώπου |
15 ἵνα πα̃ς ὁ πιστεύων ἐν αὐτω̨̃ ἔχη̨ ζωὴν αἰώνιον |
16 οὕτως γὰρ ἠγάπησεν ὁ θεòς τòν κόσμον ὥστε τòν υἱòν τòν μονογενη̃ ἔδωκεν ἵνα πα̃ς ὁ πιστεύων εἰς αὐτòν μὴ ἀπόληται ἀλλ' ἔχη̨ ζωὴν αἰώνιον |
17 οὐ γὰρ ἀπέστειλεν ὁ θεòς τòν υἱòν εἰς τòν κόσμον ἵνα κρίνη̨ τòν κόσμον ἀλλ' ἵνα σωθη̨̃ ὁ κόσμος δι' αὐτου̃ |
18 ὁ πιστεύων εἰς αὐτòν οὐ κρίνεται ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τò ὄνομα του̃ μονογενου̃ς υἱου̃ του̃ θεου̃ |
19 αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τò φω̃ς ἐλήλυθεν εἰς τòν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μα̃λλον τò σκότος ἢ τò φω̃ς ἠ̃ν γὰρ αὐτω̃ν πονηρὰ τὰ ἔργα |
20 πα̃ς γὰρ ὁ φαυ̃λα πράσσων μισει̃ τò φω̃ς καὶ οὐκ ἔρχεται πρòς τò φω̃ς ἵνα μὴ ἐλεγχθη̨̃ τὰ ἔργα αὐτου̃ |
21 ὁ δὲ ποιω̃ν τὴν ἀλήθειαν ἔρχεται πρòς τò φω̃ς ἵνα φανερωθη̨̃ αὐτου̃ τὰ ἔργα ὅτι ἐν θεω̨̃ ἐστιν εἰργασμένα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.