ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 3,
στἰχοι 22-36
22 μετὰ ταυ̃τα ἠ̃λθεν ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὴν ’Ιουδαίαν γη̃ν καὶ ἐκει̃ διέτριβεν μετ' αὐτω̃ν καὶ ἐβάπτιζεν |
23 ἠ̃ν δὲ καὶ ὁ ’Ιωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς του̃ Σαλείμ ὅτι ὕδατα πολλὰ ἠ̃ν ἐκει̃ καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο |
24 οὔπω γὰρ ἠ̃ν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ’Ιωάννης |
25 ἐγένετο οὐ̃ν ζήτησις ἐκ τω̃ν μαθητω̃ν ’Ιωάννου μετὰ ’Ιουδαίου περὶ καθαρισμου̃ |
26 καὶ ἠ̃λθον πρòς τòν ’Ιωάννην καὶ εἰ̃παν αὐτω̨̃ ῥαββί ὃς ἠ̃ν μετὰ σου̃ πέραν του̃ ’Ιορδάνου ὡ̨̃ σὺ μεμαρτύρηκας ἴδε οὑ̃τος βαπτίζει καὶ πάντες ἔρχονται πρòς αὐτόν |
27 ἀπεκρίθη ’Ιωάννης καὶ εἰ̃πεν οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ οὐρανου̃ |
28 αὐτοὶ ὑμει̃ς μοι μαρτυρει̃τε ὅτι εἰ̃πον ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου |
29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν ὁ δὲ φίλος του̃ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτου̃ χαρα̨̃ χαίρει διὰ τὴν φωνὴν του̃ νυμφίου αὕτη οὐ̃ν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται |
30 ἐκει̃νον δει̃ αὐξάνειν ἐμὲ δὲ ἐλαττου̃σθαι |
31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν ὁ ὢν ἐκ τη̃ς γη̃ς ἐκ τη̃ς γη̃ς ἐστιν καὶ ἐκ τη̃ς γη̃ς λαλει̃ ὁ ἐκ του̃ οὐρανου̃ ἐρχόμενος ἐπάνω πάντων ἐστίν |
32 ὃ ἑώρακεν καὶ ἤκουσεν του̃το μαρτυρει̃ καὶ τὴν μαρτυρίαν αὐτου̃ οὐδεὶς λαμβάνει |
33 ὁ λαβὼν αὐτου̃ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεòς ἀληθής ἐστιν |
34 ὃν γὰρ ἀπέστειλεν ὁ θεòς τὰ ῥήματα του̃ θεου̃ λαλει̃ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τò πνευ̃μα |
35 ὁ πατὴρ ἀγαπα̨̃ τòν υἱόν καὶ πάντα δέδωκεν ἐν τη̨̃ χειρὶ αὐτου̃ |
36 ὁ πιστεύων εἰς τòν υἱòν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθω̃ν τω̨̃ υἱω̨̃ οὐκ ὄψεται ζωήν ἀλλ' ἡ ὀργὴ του̃ θεου̃ μένει ἐπ' αὐτόν |
ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 4,
στἰχοι 1-2
1 ὡς οὐ̃ν ἔγνω ὁ ’Ιησου̃ς ὅτι ἤκουσαν οἱ Φαρισαι̃οι ὅτι ’Ιησου̃ς πλείονας μαθητὰς ποιει̃ καὶ βαπτίζει ἢ ’Ιωάννης |
2 καίτοιγε ’Ιησου̃ς αὐτòς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.