ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 9,
στἰχοι 24-34
24 ἐφώνησαν οὐ̃ν τòν ἄνθρωπον ἐκ δευτέρου ὃς ἠ̃ν τυφλòς καὶ εἰ̃παν αὐτω̨̃ δòς δόξαν τω̨̃ θεω̨̃ ἡμει̃ς οἴδαμεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν |
25 ἀπεκρίθη οὐ̃ν ἐκει̃νος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἰ̃δα ἓν οἰ̃δα ὅτι τυφλòς ὢν ἄρτι βλέπω |
26 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί ἐποίησέν σοι πω̃ς ἤνοιξέν σου τοὺς ὀφθαλμούς |
27 ἀπεκρίθη αὐτοι̃ς εἰ̃πον ὑμι̃ν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμει̃ς θέλετε αὐτου̃ μαθηταὶ γενέσθαι |
28 καὶ ἐλοιδόρησαν αὐτòν καὶ εἰ̃πον σὺ μαθητὴς εἰ̃ ἐκείνου ἡμει̃ς δὲ του̃ Μωϋσέως ἐσμὲν μαθηταί |
29 ἡμει̃ς οἴδαμεν ὅτι Μωϋσει̃ λελάληκεν ὁ θεός του̃τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν |
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἰ̃πεν αὐτοι̃ς ἐν τούτω̨ γὰρ τò θαυμαστόν ἐστιν ὅτι ὑμει̃ς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς |
31 οἴδαμεν ὅτι ἁμαρτωλω̃ν ὁ θεòς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ἠ̨̃ καὶ τò θέλημα αὐτου̃ ποιη̨̃ τούτου ἀκούει |
32 ἐκ του̃ αἰω̃νος οὐκ ἠκούσθη ὅτι ἠνέω̨ξέν τις ὀφθαλμοὺς τυφλου̃ γεγεννημένου |
33 εἰ μὴ ἠ̃ν οὑ̃τος παρὰ θεου̃ οὐκ ἠδύνατο ποιει̃ν οὐδέν |
34 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμα̃ς καὶ ἐξέβαλον αὐτòν ἔξω |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.