Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 15

καὶ ἐγένετο τὰ ὅρια φυλη̃ς Ιουδα κατὰ δήμους αὐτω̃ν ἀπὸ τω̃ν ὁρίων τη̃ς Ιδουμαίας ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα
καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τη̃ς θαλάσσης τη̃ς ἁλυκη̃ς ἀπὸ τη̃ς λοφια̃ς τη̃ς φερούσης ἐπὶ λίβα
καὶ διαπορεύεται ἀπέναντι τη̃ς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης
καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλει̃ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ τὴν θάλασσαν του̃τό ἐστιν αὐτω̃ν ὅρια ἀπὸ λιβός
καὶ τὰ ὅρια ἀπὸ ἀνατολω̃ν πα̃σα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως του̃ Ιορδάνου καὶ τὰ ὅρια αὐτω̃ν ἀπὸ βορρα̃ καὶ ἀπὸ τη̃ς λοφια̃ς τη̃ς θαλάσσης καὶ ἀπὸ του̃ μέρους του̃ Ιορδάνου
ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρα̃ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱου̃ Ρουβην
καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τη̃ς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τη̃ς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τη̨̃ φάραγγι καὶ διεκβαλει̃ ἐπὶ τὸ ὕδωρ πηγη̃ς ἡλίου καὶ ἔσται αὐτου̃ ἡ διέξοδος πηγὴ Ρωγηλ
καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γη̃ς Ραφαϊν ἐπὶ βορρα̃
καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφη̃ς του̃ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις Ιαριμ
10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρα̃ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα
11 καὶ διεκβαλει̃ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρα̃ν καὶ διεκβαλει̃ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τη̃ς Βαλα καὶ διεκβαλει̃ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ θάλασσαν
12 καὶ τὰ ὅρια αὐτω̃ν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριει̃ ταυ̃τα τὰ ὅρια υἱω̃ν Ιουδα κύκλω̨ κατὰ δήμους αὐτω̃ν
13 καὶ τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσω̨ υἱω̃ν Ιουδα διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκεν αὐτω̨̃ 'Ιησου̃ς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων
14 καὶ ἐξωλέθρευσεν ἐκει̃θεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρει̃ς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα
15 καὶ ἀνέβη ἐκει̃θεν Χαλεβ ἐπὶ τοὺς κατοικου̃ντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἠ̃ν τὸ πρότερον Πόλις γραμμάτων
16 καὶ εἰ̃πεν Χαλεβ ὃς ἐὰν λάβη̨ καὶ ἐκκόψη̨ τὴν Πόλιν τω̃ν γραμμάτων καὶ κυριεύση̨ αὐτη̃ς δώσω αὐτω̨̃ τὴν Αχσαν θυγατέρα μου εἰς γυναι̃κα
17 καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτω̨̃ τὴν Αχσαν θυγατέρα αὐτου̃ αὐτω̨̃ γυναι̃κα
18 καὶ ἐγένετο ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτω̨̃ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ του̃ ὄνου καὶ εἰ̃πεν αὐτη̨̃ Χαλεβ τί ἐστίν σοι
19 καὶ εἰ̃πεν αὐτω̨̃ δός μοι εὐλογίαν ὅτι εἰς γη̃ν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτη̨̃ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω
20 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ιουδα
21 ἐγενήθησαν δὲ αἱ πόλεις αὐτω̃ν πόλις πρώτη φυλη̃ς υἱω̃ν Ιουδα ἐφ' ὁρίων Εδωμ ἐπὶ τη̃ς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ
22 καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ
23 καὶ Καδης καὶ Ασοριωναιν
24 καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κω̃μαι αὐτω̃ν
25 καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ
26 καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα
27 καὶ Σερι καὶ Βαιφαλαδ
28 καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν
29 Βαλα καὶ Βακωκ καὶ Ασομ
30 καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα
31 καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ
32 καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθ' καὶ αἱ κω̃μαι αὐτω̃ν
33 ἐν τη̨̃ πεδινη̨̃ Ασταωλ καὶ Ραα καὶ Ασσα
34 καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι
35 καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα
36 καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτη̃ς πόλεις δέκα τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν
37 Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ
38 καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ
39 καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα
40 καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως
41 καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κω̃μαι αὐτω̃ν
42 Λεμνα καὶ Ιθακ
43 καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ
44 καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων πόλεις δέκα καὶ αἱ κω̃μαι αὐτω̃ν
45 Ακκαρων καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτω̃ν
46 ἀπὸ Ακκαρων Γεμνα καὶ πα̃σαι ὅσαι εἰσὶν πλησίον Ασηδωθ καὶ αἱ κω̃μαι αὐτω̃ν
47 Ασιεδωθ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτη̃ς Γάζα καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτη̃ς ἕως του̃ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει
48 καὶ ἐν τη̨̃ ὀρεινη̨̃ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα
49 καὶ Ρεννα καὶ Πόλις γραμμάτων αὕτη Δαβιρ
50 καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ
51 καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα πόλεις ἕνδεκα καὶ αἱ κω̃μαι αὐτω̃ν
52 Αιρεμ καὶ Ρεμνα καὶ Σομα
53 καὶ Ιεμαϊν καὶ Βαιθαχου καὶ Φακουα
54 καὶ Ευμα καὶ πόλις Αρβοκ αὕτη ἐστὶν Χεβρων καὶ Σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτω̃ν
55 Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν
56 καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ
57 καὶ Γαβαα καὶ Θαμναθα πόλεις ἐννέα καὶ αἱ κω̃μαι αὐτω̃ν
58 Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων
59 καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ πόλεις ἓξ καὶ αἱ κω̃μαι αὐτω̃ν
60 Καριαθβααλ αὕτη ἡ πόλις Ιαριμ καὶ Σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτω̃ν
61 καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα
62 καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κω̃μαι αὐτω̃ν
63 καὶ ὁ Ιεβουσαι̃ος κατώ̨κει ἐν Ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς καὶ κατώ̨κησαν οἱ Ιεβουσαι̃οι ἐν Ιερουσαλημ ἕως τη̃ς ἡμέρας ἐκείνης
Читать далее:IHSOUS NAUH, κεφαλίς 16
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).