Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 22

τότε συνεκάλεσεν 'Ιησου̃ς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση
καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμι̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου καὶ ἐπηκούσατε τη̃ς φωνη̃ς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμι̃ν
οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμω̃ν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τη̃ς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου του̃ θεου̃ ὑμω̃ν
νυ̃ν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμω̃ν τοὺς ἀδελφοὺς ἡμω̃ν ὃν τρόπον εἰ̃πεν αὐτοι̃ς νυ̃ν οὐ̃ν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμω̃ν καὶ εἰς τὴν γη̃ν τη̃ς κατασχέσεως ὑμω̃ν ἣν ἔδωκεν ὑμι̃ν Μωυση̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου
ἀλλὰ φυλάξασθε ποιει̃ν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμι̃ν ποιει̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου ἀγαπα̃ν κύριον τὸν θεὸν ὑμω̃ν πορεύεσθαι πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάξασθαι τὰς ἐντολὰς αὐτου̃ καὶ προσκει̃σθαι αὐτω̨̃ καὶ λατρεύειν αὐτω̨̃ ἐξ ὅλης τη̃ς διανοίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν
καὶ ηὐλόγησεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτω̃ν
καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση ἔδωκεν Μωυση̃ς ἐν τη̨̃ Βασανίτιδι καὶ τω̨̃ ἡμίσει ἔδωκεν 'Ιησου̃ς μετὰ τω̃ν ἀδελφω̃ν αὐτου̃ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου παρὰ θάλασσαν καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς 'Ιησου̃ς εἰς τοὺς οἴκους αὐτω̃ν καὶ εὐλόγησεν αὐτούς
καὶ ἐν χρήμασιν πολλοι̃ς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτω̃ν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τω̃ν ἐχθρω̃ν μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς υἱω̃ν Μανασση ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἐκ Σηλω ἐν γη̨̃ Χανααν ἀπελθει̃ν εἰς γὴν Γαλααδ εἰς γη̃ν κατασχέσεως αὐτω̃ν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυση̃
10 καὶ ἠ̃λθον εἰς Γαλγαλα του̃ Ιορδάνου ἥ ἐστιν ἐν γη̨̃ Χανααν καὶ ὠ̨κοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση ἐκει̃ βωμὸν ἐπὶ του̃ Ιορδάνου βωμὸν μέγαν του̃ ἰδει̃ν
11 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων ἰδοὺ ὠ̨κοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση βωμὸν ἐφ' ὁρίων γη̃ς Χανααν ἐπὶ του̃ Γαλααδ του̃ Ιορδάνου ἐν τω̨̃ πέραν υἱω̃ν Ισραηλ
12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμη̃σαι αὐτούς
13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλη̃ς Μανασση εἰς γη̃ν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱου̃ Ααρων του̃ ἀρχιερέως
14 καὶ δέκα τω̃ν ἀρχόντων μετ' αὐτου̃ ἄρχων εἱ̃ς ἀπὸ οἴκου πατρια̃ς ἀπὸ πασω̃ν φυλω̃ν Ισραηλ ἄρχοντες οἴκων πατριω̃ν εἰσιν χιλίαρχοι Ισραηλ
15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλη̃ς Μανασση εἰς γη̃ν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες
16 τάδε λέγει πα̃σα ἡ συναγωγὴ κυρίου τίς ἡ πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον του̃ θεου̃ Ισραηλ ἀποστραφη̃ναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμι̃ν ἑαυτοι̃ς βωμὸν ἀποστάτας ὑμα̃ς γενέσθαι ἀπὸ κυρίου
17 μὴ μικρὸν ἡμι̃ν τὸ ἁμάρτημα Φογωρ ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τη̨̃ συναγωγη̨̃ κυρίου
18 καὶ ὑμει̃ς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου καὶ ἔσται ἐὰν ἀποστη̃τε σήμερον ἀπὸ κυρίου καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή
19 καὶ νυ̃ν εἰ μικρὰ ὑμι̃ν ἡ γη̃ τη̃ς κατασχέσεως ὑμω̃ν διάβητε εἰς τὴν γη̃ν τη̃ς κατασχέσεως κυρίου οὑ̃ κατασκηνοι̃ ἐκει̃ ἡ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμι̃ν καὶ μὴ ἀποστάται ἀπὸ θεου̃ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομη̃σαι ὑμα̃ς βωμὸν ἔξω του̃ θυσιαστηρίου κυρίου του̃ θεου̃ ἡμω̃ν
20 οὐκ ἰδοὺ Αχαρ ὁ του̃ Ζαρα πλημμελεία̨ ἐπλημμέλησεν ἀπὸ του̃ ἀναθέματος καὶ ἐπὶ πα̃σαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή καὶ οὑ̃τος εἱ̃ς μόνος ἠ̃ν μὴ μόνος οὑ̃τος ἀπέθανεν τη̨̃ ἑαυτου̃ ἁμαρτία̨
21 καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἐλάλησαν τοι̃ς χιλιάρχοις Ισραηλ λέγοντες
22 ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἰ̃δεν καὶ Ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασία̨ ἐπλημμελήσαμεν ἔναντι του̃ κυρίου μὴ ῥύσαιτο ἡμα̃ς ἐν ταύτη̨
23 καὶ εἰ ὠ̨κοδομήσαμεν αὑτοι̃ς βωμὸν ὥστε ἀποστη̃ναι ἀπὸ κυρίου του̃ θεου̃ ἡμω̃ν ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιη̃σαι ἐπ' αὐτου̃ θυσίαν σωτηρίου κύριος ἐκζητήσει
24 ἀλλ' ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν του̃το λέγοντες ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμω̃ν τοι̃ς τέκνοις ἡμω̃ν τί ὑμι̃ν κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ
25 καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμω̃ν καὶ ὑμω̃ν τὸν Ιορδάνην καὶ οὐκ ἔστιν ὑμι̃ν μερὶς κυρίου καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμω̃ν τοὺς υἱοὺς ἡμω̃ν ἵνα μὴ σέβωνται κύριον
26 καὶ εἴπαμεν ποιη̃σαι οὕτως του̃ οἰκοδομη̃σαι τὸν βωμὸν του̃τον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιω̃ν
27 ἀλλ' ἵνα ἠ̨̃ του̃το μαρτύριον ἀνὰ μέσον ἡμω̃ν καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον τω̃ν γενεω̃ν ἡμω̃ν μεθ' ἡμα̃ς του̃ λατρεύειν λατρείαν κυρίω̨ ἐναντίον αὐτου̃ ἐν τοι̃ς καρπώμασιν ἡμω̃ν καὶ ἐν ται̃ς θυσίαις ἡμω̃ν καὶ ἐν ται̃ς θυσίαις τω̃ν σωτηρίων ἡμω̃ν καὶ οὐκ ἐρου̃σιν τὰ τέκνα ὑμω̃ν τοι̃ς τέκνοις ἡμω̃ν αὔριον οὐκ ἔστιν ὑμι̃ν μερὶς κυρίου
28 καὶ εἴπαμεν ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμα̃ς καὶ ται̃ς γενεαι̃ς ἡμω̃ν αὔριον καὶ ἐρου̃σιν ἴδετε ὁμοίωμα του̃ θυσιαστηρίου κυρίου ὃ ἐποίησαν οἱ πατέρες ἡμω̃ν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιω̃ν ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμω̃ν καὶ ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν ἡμω̃ν
29 μὴ γένοιτο οὐ̃ν ἡμα̃ς ἀποστραφη̃ναι ἀπὸ κυρίου ἐν ται̃ς σήμερον ἡμέραις ἀποστη̃ναι ἀπὸ κυρίου ὥστε οἰκοδομη̃σαι ἡμα̃ς θυσιαστήριον τοι̃ς καρπώμασιν καὶ ται̃ς θυσίαις σαλαμιν καὶ τη̨̃ θυσία̨ του̃ σωτηρίου πλὴν του̃ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τη̃ς σκηνη̃ς αὐτου̃
30 καὶ ἀκούσας Φινεες ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς Ισραηλ οἳ ἠ̃σαν μετ' αὐτου̃ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἤρεσεν αὐτοι̃ς
31 καὶ εἰ̃πεν Φινεες ὁ ἱερεὺς τοι̃ς υἱοι̃ς Ρουβην καὶ τοι̃ς υἱοι̃ς Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμω̃ν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου
32 καὶ ἀπέστρεψεν Φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τω̃ν υἱω̃ν Ρουβην καὶ ἀπὸ τω̃ν υἱω̃ν Γαδ καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση ἐκ γη̃ς Γαλααδ εἰς γη̃ν Χανααν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἀπεκρίθησαν αὐτοι̃ς τοὺς λόγους
33 καὶ ἤρεσεν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εὐλόγησαν τὸν θεὸν υἱω̃ν Ισραηλ καὶ εἰ̃παν μηκέτι ἀναβη̃ναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρευ̃σαι τὴν γη̃ν τω̃ν υἱω̃ν Ρουβην καὶ τω̃ν υἱω̃ν Γαδ καὶ του̃ ἡμίσους φυλη̃ς Μανασση καὶ κατώ̨κησαν ἐπ' αὐτη̃ς
34 καὶ ἐπωνόμασεν 'Ιησου̃ς τὸν βωμὸν τω̃ν Ρουβην καὶ τω̃ν Γαδ καὶ του̃ ἡμίσους φυλη̃ς Μανασση καὶ εἰ̃πεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτω̃ν ὅτι κύριος ὁ θεὸς αὐτω̃ν ἐστιν

IHSOUS NAUH, κεφαλίς 23

καὶ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαυ̃σαι κύριον τὸν Ισραηλ ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν καὶ 'Ιησου̃ς πρεσβύτερος προβεβηκὼς ται̃ς ἡμέραις
καὶ συνεκάλεσεν 'Ιησου̃ς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτω̃ν καὶ τοὺς ἄρχοντας αὐτω̃ν καὶ τοὺς γραμματει̃ς αὐτω̃ν καὶ τοὺς δικαστὰς αὐτω̃ν καὶ εἰ̃πεν πρὸς αὐτούς ἐγὼ γεγήρακα καὶ προβέβηκα ται̃ς ἡμέραις
ὑμει̃ς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμω̃ν πα̃σιν τοι̃ς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐκπολεμήσας ὑμι̃ν
ἴδετε ὅτι ἐπέρριφα ὑμι̃ν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμι̃ν ταυ̃τα ἐν τοι̃ς κλήροις εἰς τὰς φυλὰς ὑμω̃ν ἀπὸ του̃ Ιορδάνου πάντα τὰ ἔθνη ἃ ἐξωλέθρευσα καὶ ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης ὁριει̃ ἐπὶ δυσμὰς ἡλίου
κύριος δὲ ὁ θεὸς ὑμω̃ν οὑ̃τος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν ἕως ἂν ἀπόλωνται καὶ ἀποστελει̃ αὐτοι̃ς τὰ θηρία τὰ ἄγρια ἕως ἂν ἐξολεθρεύση̨ αὐτοὺς καὶ τοὺς βασιλει̃ς αὐτω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ κατακληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ὑμω̃ν ὑμι̃ν
κατισχύσατε οὐ̃ν σφόδρα φυλάσσειν καὶ ποιει̃ν πάντα τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου Μωυση̃ ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα
ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταυ̃τα καὶ τὰ ὀνόματα τω̃ν θεω̃ν αὐτω̃ν οὐκ ὀνομασθήσεται ἐν ὑμι̃ν οὐδὲ μὴ προσκυνήσητε αὐτοι̃ς οὐδὲ μὴ λατρεύσητε αὐτοι̃ς
ἀλλὰ κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν προσκολληθήσεσθε καθάπερ ἐποιήσατε ἕως τη̃ς ἡμέρας ταύτης
καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμω̃ν ἔθνη μεγάλα καὶ ἰσχυρά καὶ ὑμι̃ν οὐθεὶς ἀντέστη κατενώπιον ὑμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης
10 εἱ̃ς ὑμω̃ν ἐδίωξεν χιλίους ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ἐξεπολέμει ὑμι̃ν καθάπερ εἰ̃πεν ὑμι̃ν
11 καὶ φυλάξασθε σφόδρα του̃ ἀγαπα̃ν κύριον τὸν θεὸν ὑμω̃ν
12 ἐὰν γὰρ ἀποστραφη̃τε καὶ προσθη̃σθε τοι̃ς ὑπολειφθει̃σιν ἔθνεσιν τούτοις τοι̃ς μεθ' ὑμω̃ν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγη̃τε αὐτοι̃ς καὶ αὐτοὶ ὑμι̃ν
13 γινώσκετε ὅτι οὐ μὴ προσθη̨̃ κύριος του̃ ἐξολεθρευ̃σαι τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ται̃ς πτέρναις ὑμω̃ν καὶ εἰς βολίδας ἐν τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν ἕως ἂν ἀπόλησθε ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ταύτης ἣν ἔδωκεν ὑμι̃ν κύριος ὁ θεὸς ὑμω̃ν
14 ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τη̃ς γη̃ς καὶ γνώσεσθε τη̨̃ καρδία̨ ὑμω̃ν καὶ τη̨̃ ψυχη̨̃ ὑμω̃ν διότι οὐ διέπεσεν εἱ̃ς λόγος ἀπὸ πάντων τω̃ν λόγων ὡ̃ν εἰ̃πεν κύριος ὁ θεὸς ὑμω̃ν πρὸς πάντα τὰ ἀνήκοντα ὑμι̃ν οὐ διεφώνησεν ἐξ αὐτω̃ν
15 καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ' ὑμα̃ς πάντα τὰ ῥήματα τὰ καλά ἃ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς οὕτως ἐπάξει κύριος ὁ θεὸς ἐφ' ὑμα̃ς πάντα τὰ ῥήματα τὰ πονηρά ἕως ἂν ἐξολεθρεύση̨ ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ταύτης ἡ̃ς ἔδωκεν κύριος ὑμι̃ν
16 ἐν τω̨̃ παραβη̃ναι ὑμα̃ς τὴν διαθήκην κυρίου του̃ θεου̃ ὑμω̃ν ἣν ἐνετείλατο ὑμι̃ν καὶ πορευθέντες λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς

IHSOUS NAUH, κεφαλίς 24

καὶ συνήγαγεν 'Ιησου̃ς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτω̃ν καὶ τοὺς γραμματει̃ς αὐτω̃ν καὶ τοὺς δικαστὰς αὐτω̃ν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι του̃ θεου̃
καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ πέραν του̃ ποταμου̃ κατώ̨κησαν οἱ πατέρες ὑμω̃ν τὸ ἀπ' ἀρχη̃ς Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ καὶ ἐλάτρευσαν θεοι̃ς ἑτέροις
καὶ ἔλαβον τὸν πατέρα ὑμω̃ν τὸν Αβρααμ ἐκ του̃ πέραν του̃ ποταμου̃ καὶ ὡδήγησα αὐτὸν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐπλήθυνα αὐτου̃ σπέρμα καὶ ἔδωκα αὐτω̨̃ τὸν Ισαακ
καὶ τω̨̃ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ καὶ ἔδωκα τω̨̃ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομη̃σαι αὐτω̨̃ καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκει̃ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν
καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν Αἴγυπτον ἐν οἱ̃ς ἐποίησεν αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐξήγαγεν ὑμα̃ς
ἐξ Αἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τω̃ν πατέρων ὑμω̃ν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον τω̃ν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμω̃ν ὅσα ἐποίησεν κύριος ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἠ̃τε ἐν τη̨̃ ἐρήμω̨ ἡμέρας πλείους
καὶ ἤγαγεν ὑμα̃ς εἰς γη̃ν Αμορραίων τω̃ν κατοικούντων πέραν του̃ Ιορδάνου καὶ παρετάξαντο ὑμι̃ν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ κατεκληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν
καὶ ἀνέστη Βαλακ ὁ του̃ Σεπφωρ βασιλεὺς Μωαβ καὶ παρετάξατο τω̨̃ Ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλααμ ἀράσασθαι ὑμι̃ν
10 καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμα̃ς καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρω̃ν αὐτω̃ν καὶ παρέδωκεν αὐτούς
11 καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμα̃ς οἱ κατοικου̃ντες Ιεριχω ὁ Αμορραι̃ος καὶ ὁ Χαναναι̃ος καὶ ὁ Φερεζαι̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Χετται̃ος καὶ ὁ Γεργεσαι̃ος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ὑμω̃ν
12 καὶ ἐξαπέστειλεν προτέραν ὑμω̃ν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν δώδεκα βασιλει̃ς τω̃ν Αμορραίων οὐκ ἐν τη̨̃ ῥομφαία̨ σου οὐδὲ ἐν τω̨̃ τόξω̨ σου
13 καὶ ἔδωκεν ὑμι̃ν γη̃ν ἐφ' ἣν οὐκ ἐκοπιάσατε ἐπ' αὐτη̃ς καὶ πόλεις ἃς οὐκ ὠ̨κοδομήσατε καὶ κατω̨κίσθητε ἐν αὐται̃ς καὶ ἀμπελω̃νας καὶ ἐλαιω̃νας οὓς οὐκ ἐφυτεύσατε ὑμει̃ς ἔδεσθε
14 καὶ νυ̃ν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτω̨̃ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνη̨ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἱ̃ς ἐλάτρευσαν οἱ πατέρες ὑμω̃ν ἐν τω̨̃ πέραν του̃ ποταμου̃ καὶ ἐν Αἰγύπτω̨ καὶ λατρεύετε κυρίω̨
15 εἰ δὲ μὴ ἀρέσκει ὑμι̃ν λατρεύειν κυρίω̨ ἕλεσθε ὑμι̃ν ἑαυτοι̃ς σήμερον τίνι λατρεύσητε εἴτε τοι̃ς θεοι̃ς τω̃ν πατέρων ὑμω̃ν τοι̃ς ἐν τω̨̃ πέραν του̃ ποταμου̃ εἴτε τοι̃ς θεοι̃ς τω̃ν Αμορραίων ἐν οἱ̃ς ὑμει̃ς κατοικει̃τε ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίω̨ ὅτι ἅγιός ἐστιν
16 καὶ ἀποκριθεὶς ὁ λαὸς εἰ̃πεν μὴ γένοιτο ἡμι̃ν καταλιπει̃ν κύριον ὥστε λατρεύειν θεοι̃ς ἑτέροις
17 κύριος ὁ θεὸς ἡμω̃ν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμα̃ς καὶ τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμα̃ς ἐν πάση̨ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθημεν ἐν αὐτη̨̃ καὶ ἐν πα̃σιν τοι̃ς ἔθνεσιν οὓς παρήλθομεν δι' αὐτω̃ν
18 καὶ ἐξέβαλεν κύριος τὸν Αμορραι̃ον καὶ πάντα τὰ ἔθνη τὰ κατοικου̃ντα τὴν γη̃ν ἀπὸ προσώπου ἡμω̃ν ἀλλὰ καὶ ἡμει̃ς λατρεύσομεν κυρίω̨ οὑ̃τος γὰρ θεὸς ἡμω̃ν ἐστιν
19 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίω̨ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὑ̃τος οὐκ ἀνήσει ὑμω̃ν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμω̃ν
20 ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμα̃ς καὶ ἐξαναλώσει ὑμα̃ς ἀνθ' ὡ̃ν εὐ̃ ἐποίησεν ὑμα̃ς
21 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς 'Ιησου̃ν οὐχί ἀλλὰ κυρίω̨ λατρεύσομεν
22 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν μάρτυρες ὑμει̃ς καθ' ὑμω̃ν ὅτι ὑμει̃ς ἐξελέξασθε κύριον λατρεύειν αὐτω̨̃
23 καὶ νυ̃ν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμι̃ν καὶ εὐθύνατε τὴν καρδίαν ὑμω̃ν πρὸς κύριον θεὸν Ισραηλ
24 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς 'Ιησου̃ν κυρίω̨ λατρεύσομεν καὶ τη̃ς φωνη̃ς αὐτου̃ ἀκουσόμεθα
25 καὶ διέθετο 'Ιησου̃ς διαθήκην πρὸς τὸν λαὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔδωκεν αὐτω̨̃ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τη̃ς σκηνη̃ς του̃ θεου̃ Ισραηλ
26 καὶ ἔγραψεν τὰ ῥήματα ταυ̃τα εἰς βιβλίον νόμον του̃ θεου̃ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν 'Ιησου̃ς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου
27 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὑ̃τος ἔσται ἐν ὑμι̃ν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτω̨̃ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμα̃ς σήμερον καὶ ἔσται οὑ̃τος ἐν ὑμι̃ν εἰς μαρτύριον ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἡνίκα ἐὰν ψεύσησθε κυρίω̨ τω̨̃ θεω̨̃ μου
28 καὶ ἀπέστειλεν 'Ιησου̃ς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτου̃
29 καὶ ἐλάτρευσεν Ισραηλ τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας 'Ιησου̃ καὶ πάσας τὰς ἡμέρας τω̃ν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ 'Ιησου̃ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τω̨̃ Ισραηλ
30 καὶ ἐγένετο μετ' ἐκει̃να καὶ ἀπέθανεν 'Ιησου̃ς υἱὸς Ναυη δου̃λος κυρίου ἑκατὸν δέκα ἐτω̃ν
31 καὶ ἔθαψαν αὐτὸν πρὸς τοι̃ς ὁρίοις του̃ κλήρου αὐτου̃ ἐν Θαμναθασαχαρα ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ ἀπὸ βορρα̃ του̃ ὄρους Γαας
32 καὶ τὰ ὀστα̃ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τη̨̃ μερίδι του̃ ἀγρου̃ οὑ̃ ἐκτήσατο Ιακωβ παρὰ τω̃ν Αμορραίων τω̃ν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι
33 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες του̃ υἱου̃ αὐτου̃ ἣν ἔδωκεν αὐτω̨̃ ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).