Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 24

καὶ συνήγαγεν 'Ιησου̃ς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτω̃ν καὶ τοὺς γραμματει̃ς αὐτω̃ν καὶ τοὺς δικαστὰς αὐτω̃ν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι του̃ θεου̃
καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ πέραν του̃ ποταμου̃ κατώ̨κησαν οἱ πατέρες ὑμω̃ν τὸ ἀπ' ἀρχη̃ς Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ καὶ ἐλάτρευσαν θεοι̃ς ἑτέροις
καὶ ἔλαβον τὸν πατέρα ὑμω̃ν τὸν Αβρααμ ἐκ του̃ πέραν του̃ ποταμου̃ καὶ ὡδήγησα αὐτὸν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐπλήθυνα αὐτου̃ σπέρμα καὶ ἔδωκα αὐτω̨̃ τὸν Ισαακ
καὶ τω̨̃ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ καὶ ἔδωκα τω̨̃ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομη̃σαι αὐτω̨̃ καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκει̃ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν
καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν Αἴγυπτον ἐν οἱ̃ς ἐποίησεν αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐξήγαγεν ὑμα̃ς
ἐξ Αἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τω̃ν πατέρων ὑμω̃ν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον τω̃ν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμω̃ν ὅσα ἐποίησεν κύριος ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἠ̃τε ἐν τη̨̃ ἐρήμω̨ ἡμέρας πλείους
καὶ ἤγαγεν ὑμα̃ς εἰς γη̃ν Αμορραίων τω̃ν κατοικούντων πέραν του̃ Ιορδάνου καὶ παρετάξαντο ὑμι̃ν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ κατεκληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν
καὶ ἀνέστη Βαλακ ὁ του̃ Σεπφωρ βασιλεὺς Μωαβ καὶ παρετάξατο τω̨̃ Ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλααμ ἀράσασθαι ὑμι̃ν
10 καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμα̃ς καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρω̃ν αὐτω̃ν καὶ παρέδωκεν αὐτούς
11 καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμα̃ς οἱ κατοικου̃ντες Ιεριχω ὁ Αμορραι̃ος καὶ ὁ Χαναναι̃ος καὶ ὁ Φερεζαι̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Χετται̃ος καὶ ὁ Γεργεσαι̃ος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ὑμω̃ν
12 καὶ ἐξαπέστειλεν προτέραν ὑμω̃ν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν δώδεκα βασιλει̃ς τω̃ν Αμορραίων οὐκ ἐν τη̨̃ ῥομφαία̨ σου οὐδὲ ἐν τω̨̃ τόξω̨ σου
13 καὶ ἔδωκεν ὑμι̃ν γη̃ν ἐφ' ἣν οὐκ ἐκοπιάσατε ἐπ' αὐτη̃ς καὶ πόλεις ἃς οὐκ ὠ̨κοδομήσατε καὶ κατω̨κίσθητε ἐν αὐται̃ς καὶ ἀμπελω̃νας καὶ ἐλαιω̃νας οὓς οὐκ ἐφυτεύσατε ὑμει̃ς ἔδεσθε
14 καὶ νυ̃ν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτω̨̃ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνη̨ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἱ̃ς ἐλάτρευσαν οἱ πατέρες ὑμω̃ν ἐν τω̨̃ πέραν του̃ ποταμου̃ καὶ ἐν Αἰγύπτω̨ καὶ λατρεύετε κυρίω̨
15 εἰ δὲ μὴ ἀρέσκει ὑμι̃ν λατρεύειν κυρίω̨ ἕλεσθε ὑμι̃ν ἑαυτοι̃ς σήμερον τίνι λατρεύσητε εἴτε τοι̃ς θεοι̃ς τω̃ν πατέρων ὑμω̃ν τοι̃ς ἐν τω̨̃ πέραν του̃ ποταμου̃ εἴτε τοι̃ς θεοι̃ς τω̃ν Αμορραίων ἐν οἱ̃ς ὑμει̃ς κατοικει̃τε ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίω̨ ὅτι ἅγιός ἐστιν
16 καὶ ἀποκριθεὶς ὁ λαὸς εἰ̃πεν μὴ γένοιτο ἡμι̃ν καταλιπει̃ν κύριον ὥστε λατρεύειν θεοι̃ς ἑτέροις
17 κύριος ὁ θεὸς ἡμω̃ν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμα̃ς καὶ τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμα̃ς ἐν πάση̨ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθημεν ἐν αὐτη̨̃ καὶ ἐν πα̃σιν τοι̃ς ἔθνεσιν οὓς παρήλθομεν δι' αὐτω̃ν
18 καὶ ἐξέβαλεν κύριος τὸν Αμορραι̃ον καὶ πάντα τὰ ἔθνη τὰ κατοικου̃ντα τὴν γη̃ν ἀπὸ προσώπου ἡμω̃ν ἀλλὰ καὶ ἡμει̃ς λατρεύσομεν κυρίω̨ οὑ̃τος γὰρ θεὸς ἡμω̃ν ἐστιν
19 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίω̨ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὑ̃τος οὐκ ἀνήσει ὑμω̃ν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμω̃ν
20 ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμα̃ς καὶ ἐξαναλώσει ὑμα̃ς ἀνθ' ὡ̃ν εὐ̃ ἐποίησεν ὑμα̃ς
21 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς 'Ιησου̃ν οὐχί ἀλλὰ κυρίω̨ λατρεύσομεν
22 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν μάρτυρες ὑμει̃ς καθ' ὑμω̃ν ὅτι ὑμει̃ς ἐξελέξασθε κύριον λατρεύειν αὐτω̨̃
23 καὶ νυ̃ν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμι̃ν καὶ εὐθύνατε τὴν καρδίαν ὑμω̃ν πρὸς κύριον θεὸν Ισραηλ
24 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς 'Ιησου̃ν κυρίω̨ λατρεύσομεν καὶ τη̃ς φωνη̃ς αὐτου̃ ἀκουσόμεθα
25 καὶ διέθετο 'Ιησου̃ς διαθήκην πρὸς τὸν λαὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔδωκεν αὐτω̨̃ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τη̃ς σκηνη̃ς του̃ θεου̃ Ισραηλ
26 καὶ ἔγραψεν τὰ ῥήματα ταυ̃τα εἰς βιβλίον νόμον του̃ θεου̃ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν 'Ιησου̃ς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου
27 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὑ̃τος ἔσται ἐν ὑμι̃ν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτω̨̃ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμα̃ς σήμερον καὶ ἔσται οὑ̃τος ἐν ὑμι̃ν εἰς μαρτύριον ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἡνίκα ἐὰν ψεύσησθε κυρίω̨ τω̨̃ θεω̨̃ μου
28 καὶ ἀπέστειλεν 'Ιησου̃ς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτου̃
29 καὶ ἐλάτρευσεν Ισραηλ τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας 'Ιησου̃ καὶ πάσας τὰς ἡμέρας τω̃ν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ 'Ιησου̃ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τω̨̃ Ισραηλ
30 καὶ ἐγένετο μετ' ἐκει̃να καὶ ἀπέθανεν 'Ιησου̃ς υἱὸς Ναυη δου̃λος κυρίου ἑκατὸν δέκα ἐτω̃ν
31 καὶ ἔθαψαν αὐτὸν πρὸς τοι̃ς ὁρίοις του̃ κλήρου αὐτου̃ ἐν Θαμναθασαχαρα ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ ἀπὸ βορρα̃ του̃ ὄρους Γαας
32 καὶ τὰ ὀστα̃ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τη̨̃ μερίδι του̃ ἀγρου̃ οὑ̃ ἐκτήσατο Ιακωβ παρὰ τω̃ν Αμορραίων τω̃ν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι
33 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες του̃ υἱου̃ αὐτου̃ ἣν ἔδωκεν αὐτω̨̃ ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).