Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 10,  στἰχοι 6-16

6 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοι̃ς Βααλιμ καὶ ται̃ς Ασταρωθ καὶ τοι̃ς θεοι̃ς Αραδ καὶ τοι̃ς θεοι̃ς Σιδω̃νος καὶ τοι̃ς θεοι̃ς Μωαβ καὶ τοι̃ς θεοι̃ς υἱω̃ν Αμμων καὶ τοι̃ς θεοι̃ς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτω̨̃
7 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιιμ καὶ ἐν χειρὶ υἱω̃ν Αμμων
8 καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ δέκα ὀκτὼ ἔτη τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν γη̨̃ του̃ Αμορρι του̃ ἐν Γαλααδ
9 καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην παρατάξασθαι πρὸς Ιουδαν καὶ Βενιαμιν καὶ πρὸς Εφραιμ καὶ ἐθλίβη Ισραηλ σφόδρα
10 καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τω̨̃ Βααλιμ
11 καὶ εἰ̃πεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ του̃ Αμορραίου καὶ ἀπὸ υἱω̃ν Αμμων καὶ ἀπὸ Φυλιστιιμ
12 καὶ Σιδωνίων καὶ Αμαληκ καὶ Μαδιαμ οἳ ἔθλιψαν ὑμα̃ς καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμα̃ς ἐκ χειρὸς αὐτω̃ν
13 καὶ ὑμει̃ς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοι̃ς ἑτέροις διὰ του̃το οὐ προσθήσω του̃ σω̃σαι ὑμα̃ς
14 πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοι̃ς καὶ αὐτοὶ σωσάτωσαν ὑμα̃ς ἐν καιρω̨̃ θλίψεως ὑμω̃ν
15 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμι̃ν κατὰ πα̃ν τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου πλὴν ἐξελου̃ ἡμα̃ς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτω̃ν καὶ ἐδούλευσαν τω̨̃ κυρίω̨ μόνω̨ καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτου̃ ἐν κόπω̨ Ισραηλ
Читать далее:ΚΡΙΤΑΙ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).