ΚΡΙΤΑΙ,
κεφαλίς 12
1 καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρη̃λθαν εἰς βορρα̃ν καὶ εἰ̃παν πρὸς Ιεφθαε διὰ τί παρη̃λθες παρατάξασθαι ἐν υἱοι̃ς Αμμων καὶ ἡμα̃ς οὐ κέκληκας πορευθη̃ναι μετὰ σου̃ τὸν οἰ̃κόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί |
2 καὶ εἰ̃πεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμα̃ς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτω̃ν |
3 καὶ εἰ̃δον ὅτι οὐκ εἰ̃ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρη̃λθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ' ἐμὲ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ παρατάξασθαι ἐν ἐμοί |
4 καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τω̨̃ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἰ̃παν οἱ διασω̨ζόμενοι του̃ Εφραιμ ὑμει̃ς Γαλααδ ἐν μέσω̨ του̃ Εφραιμ καὶ ἐν μέσω̨ του̃ Μανασση |
5 καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις του̃ Ιορδάνου του̃ Εφραιμ καὶ εἰ̃παν αὐτοι̃ς οἱ διασω̨ζόμενοι Εφραιμ διαβω̃μεν καὶ εἰ̃παν αὐτοι̃ς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἰ̃ καὶ εἰ̃πεν οὔ |
6 καὶ εἰ̃παν αὐτω̨̃ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν του̃ λαλη̃σαι οὕτως καὶ ἐπελάβοντο αὐτου̃ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις του̃ Ιορδάνου καὶ ἔπεσαν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες |
7 καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτου̃ ἐν Γαλααδ |
8 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ |
9 καὶ ἠ̃σαν αὐτω̨̃ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη |
10 καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ |
11 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη |
12 καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γη̨̃ Ζαβουλων |
13 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης |
14 καὶ ἠ̃σαν αὐτω̨̃ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱω̃ν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη |
15 καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γη̨̃ Εφραιμ ἐν ὄρει του̃ Αμαληκ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.