Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 3

καὶ ταυ̃τα τὰ ἔθνη ἃ ἀφη̃κεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν
πλὴν διὰ τὰς γενεὰς υἱω̃ν Ισραηλ του̃ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτω̃ν οὐκ ἔγνωσαν αὐτά
τὰς πέντε σατραπείας τω̃ν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναι̃ον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαι̃ον τὸν κατοικου̃ντα τὸν Λίβανον ἀπὸ του̃ ὄρους του̃ Αερμων ἕως Λαβωεμαθ
καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ γνω̃ναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοι̃ς πατράσιν αὐτω̃ν ἐν χειρὶ Μωυση̃
καὶ οἱ υἱοὶ Ισραηλ κατώ̨κησαν ἐν μέσω̨ του̃ Χαναναίου καὶ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου
καὶ ἔλαβον τὰς θυγατέρας αὐτω̃ν ἑαυτοι̃ς εἰς γυναι̃κας καὶ τὰς θυγατέρας αὐτω̃ν ἔδωκαν τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐλάτρευσαν τοι̃ς θεοι̃ς αὐτω̃ν
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἐλάτρευσαν τοι̃ς Βααλιμ καὶ τοι̃ς ἄλσεσιν
καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαιμ βασιλέως Συρίας ποταμω̃ν καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τω̨̃ Χουσαρσαθαιμ ἔτη ὀκτώ
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτη̃ρα τω̨̃ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφου̃ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν
10 καὶ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξη̃λθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτου̃ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμω̃ν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτου̃ ἐπὶ τὸν Χουσαρσαθαιμ
11 καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ
12 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου
13 καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τω̃ν φοινίκων
14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ ἔτη δέκα ὀκτώ
15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοι̃ς σωτη̃ρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν του̃ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δω̃ρα ἐν χειρὶ αὐτου̃ τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ
16 καὶ ἐποίησεν ἑαυτω̨̃ Αωδ μάχαιραν δίστομον σπιθαμη̃ς τὸ μη̃κος αὐτη̃ς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτου̃
17 καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δω̃ρα τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστει̃ος σφόδρα
18 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Αωδ προσφέρων τὰ δω̃ρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δω̃ρα
19 καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τω̃ν γλυπτω̃ν τω̃ν μετὰ τη̃ς Γαλγαλ καὶ εἰ̃πεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλευ̃ καὶ εἰ̃πεν Εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ' ἑαυτου̃ πάντας τοὺς ἐφεστω̃τας ἐπ' αὐτόν
20 καὶ Αωδ εἰση̃λθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τω̨̃ ὑπερώ̨ω̨ τω̨̃ θερινω̨̃ τω̨̃ ἑαυτου̃ μονώτατος καὶ εἰ̃πεν Αωδ λόγος θεου̃ μοι πρὸς σέ βασιλευ̃ καὶ ἐξανέστη ἀπὸ του̃ θρόνου Εγλωμ ἐγγὺς αὐτου̃
21 καὶ ἐγένετο ἅμα τω̨̃ ἀναστη̃ναι αὐτὸν καὶ ἐξέτεινεν Αωδ τὴν χει̃ρα τὴν ἀριστερὰν αὐτου̃ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν του̃ μηρου̃ αὐτου̃ του̃ δεξιου̃ καὶ ἐνέπηξεν αὐτὴν ἐν τη̨̃ κοιλία̨ αὐτου̃
22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τη̃ς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τη̃ς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τη̃ς κοιλίας αὐτου̃ καὶ ἐξη̃λθεν Αωδ τὴν προστάδα
23 καὶ ἐξη̃λθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας του̃ ὑπερώ̨ου κατ' αὐτου̃ καὶ ἐσφήνωσεν
24 καὶ αὐτὸς ἐξη̃λθεν καὶ οἱ παι̃δες αὐτου̃ εἰση̃λθον καὶ εἰ̃δον καὶ ἰδοὺ αἱ θύραι του̃ ὑπερώ̨ου ἐσφηνωμέναι καὶ εἰ̃παν μήποτε ἀποκενοι̃ τοὺς πόδας αὐτου̃ ἐν τω̨̃ ταμιείω̨ τω̨̃ θερινω̨̃
25 καὶ ὑπέμειναν ἕως ἠ̨σχύνοντο καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας του̃ ὑπερώ̨ου καὶ ἔλαβον τὴν κλει̃δα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτω̃ν πεπτωκὼς ἐπὶ τὴν γη̃ν τεθνηκώς
26 καὶ Αωδ διεσώθη ἕως ἐθορυβου̃ντο καὶ οὐκ ἠ̃ν ὁ προσνοω̃ν αὐτω̨̃ καὶ αὐτὸς παρη̃λθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετιρωθα
27 καὶ ἐγένετο ἡνίκα ἠ̃λθεν Αωδ εἰς γη̃ν Ισραηλ καὶ ἐσάλπισεν ἐν κερατίνη̨ ἐν τω̨̃ ὄρει Εφραιμ καὶ κατέβησαν σὺν αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ ἀπὸ του̃ ὄρους καὶ αὐτὸς ἔμπροσθεν αὐτω̃ν
28 καὶ εἰ̃πεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμω̃ν τὴν Μωαβ ἐν χειρὶ ἡμω̃ν καὶ κατέβησαν ὀπίσω αὐτου̃ καὶ προκατελάβοντο τὰς διαβάσεις του̃ Ιορδάνου τη̃ς Μωαβ καὶ οὐκ ἀφη̃κεν ἄνδρα διαβη̃ναι
29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡσεὶ δέκα χιλιάδας ἀνδρω̃ν πα̃ν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ
30 καὶ ἐνετράπη Μωαβ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑπὸ χει̃ρα Ισραηλ καὶ ἡσύχασεν ἡ γη̃ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὑ̃ ἀπέθανεν
31 καὶ μετ' αὐτὸν ἀνέστη Σαμεγαρ υἱὸς Διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τω̨̃ ἀροτρόποδι τω̃ν βοω̃ν καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ισραηλ
Читать далее:ΚΡΙΤΑΙ, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).