Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 9

καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτου̃ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πα̃σαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτου̃ λέγων
λαλήσατε δὴ ἐν τοι̃ς ὠσὶν πάντων τω̃ν ἀνδρω̃ν Συχεμ τί τὸ ἀγαθὸν ὑμι̃ν κυριευ̃σαι ὑμω̃ν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμω̃ν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστου̃ν ὑμω̃ν καὶ σὰρξ ὑμω̃ν εἰμι
καὶ ἐλάλησαν περὶ αὐτου̃ οἱ ἀδελφοὶ τη̃ς μητρὸς αὐτου̃ ἐν τοι̃ς ὠσὶν πάντων τω̃ν ἀνδρω̃ν Συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτω̃ν ὀπίσω Αβιμελεχ ὅτι εἰ̃παν ἀδελφὸς ἡμω̃ν ἐστιν
καὶ ἔδωκαν αὐτω̨̃ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτω̨̃ Αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτου̃
καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτου̃ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη Ιωαθαν υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη
καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πα̃ς οἰ̃κος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ πρὸς τη̨̃ βαλάνω̨ τη̨̃ εὑρετη̨̃ τη̃ς στάσεως τη̃ς ἐν Σικιμοις
καὶ ἀνηγγέλη τω̨̃ Ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζιν καὶ ἐπη̃ρεν τὴν φωνὴν αὐτου̃ καὶ ἔκλαυσεν καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσεται ὑμω̃ν ὁ θεός
πορευόμενα ἐπορεύθη τὰ ξύλα του̃ χρι̃σαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἰ̃πον τη̨̃ ἐλαία̨ βασίλευσον ἐφ' ἡμω̃ν
καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ἡ̨̃ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων
10 καὶ εἰ̃πον τὰ ξύλα τη̨̃ συκη̨̃ δευ̃ρο βασίλευσον ἐφ' ἡμω̃ν
11 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ συκη̃ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων
12 καὶ εἰ̃παν τὰ ξύλα πρὸς τὴν ἄμπελον δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν
13 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἰ̃νόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων
14 καὶ εἰ̃παν πάντα τὰ ξύλα τη̨̃ ῥάμνω̨ δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν
15 καὶ εἰ̃πεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθεία̨ χρίετέ με ὑμει̃ς του̃ βασιλεύειν ἐφ' ὑμα̃ς δευ̃τε ὑπόστητε ἐν τη̨̃ σκια̨̃ μου καὶ εἰ μή ἐξέλθη̨ πυ̃ρ ἀπ' ἐμου̃ καὶ καταφάγη̨ τὰς κέδρους του̃ Λιβάνου
16 καὶ νυ̃ν εἰ ἐν ἀληθεία̨ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτου̃ ἐποιήσατε αὐτω̨̃
17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμω̃ν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτου̃ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμα̃ς ἐκ χειρὸς Μαδιαμ
18 καὶ ὑμει̃ς ἐπανέστητε ἐπὶ τὸν οἰ̃κον του̃ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτου̃ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν παιδίσκης αὐτου̃ ἐπὶ τοὺς ἄνδρας Σικιμων ὅτι ἀδελφὸς ὑμω̃ν ἐστιν
19 καὶ εἰ ἐν ἀληθεία̨ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εὐφρανθείητε ἐν Αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ' ὑμι̃ν
20 εἰ δὲ οὐ ἐξέλθοι πυ̃ρ ἀπὸ Αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἰ̃κον Βηθμααλλων καὶ ἐξέλθοι πυ̃ρ ἀπὸ ἀνδρω̃ν Σικιμων καὶ ἐκ του̃ οἴκου Βηθμααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ
21 καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ὤ̨κησεν ἐκει̃ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφου̃ αὐτου̃
22 καὶ ἠ̃ρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη
23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνευ̃μα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τω̃ν ἀνδρω̃ν Σικιμων καὶ ἠθέτησαν ἄνδρες Σικιμων ἐν τω̨̃ οἴκω̨ Αβιμελεχ
24 του̃ ἐπαγαγει̃ν τὴν ἀδικίαν τω̃ν ἑβδομήκοντα υἱω̃ν Ιεροβααλ καὶ τὰ αἵματα αὐτω̃ν του̃ θει̃ναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτω̃ν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας Σικιμων ὅτι ἐνίσχυσαν τὰς χει̃ρας αὐτου̃ ἀποκτει̃ναι τοὺς ἀδελφοὺς αὐτου̃
25 καὶ ἔθηκαν αὐτω̨̃ οἱ ἄνδρες Σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τω̃ν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ' αὐτοὺς ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Αβιμελεχ
26 καὶ ἠ̃λθεν Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ παρη̃λθον ἐν Σικιμοις καὶ ἠ̃λπισαν ἐν αὐτω̨̃ οἱ ἄνδρες Σικιμων
27 καὶ ἐξη̃λθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελω̃νας αὐτω̃ν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἰ̃κον θεου̃ αὐτω̃ν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ
28 καὶ εἰ̃πεν Γααλ υἱὸς Ιωβηλ τίς ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν υἱὸς Συχεμ ὅτι δουλεύσομεν αὐτω̨̃ οὐχ υἱὸς Ιεροβααλ καὶ Ζεβουλ ἐπίσκοπος αὐτου̃ δου̃λος αὐτου̃ σὺν τοι̃ς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτω̨̃ ἡμει̃ς
29 καὶ τίς δώ̨η τὸν λαὸν του̃τον ἐν χειρί μου καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρω̃ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε
30 καὶ ἤκουσεν Ζεβουλ ἄρχων τη̃ς πόλεως τοὺς λόγους Γααλ υἱου̃ Ιωβηλ καὶ ὠργίσθη θυμω̨̃ αὐτός
31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ ἐν κρυφη̨̃ λέγων ἰδοὺ Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἔρχονται εἰς Συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ
32 καὶ νυ̃ν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σου̃ καὶ ἐνέδρευσον ἐν τω̨̃ ἀγρω̨̃
33 καὶ ἔσται τὸ πρωὶ ἅμα τω̨̃ ἀνατει̃λαι τὸν ἥλιον ὀρθριει̃ς καὶ ἐκτενει̃ς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτω̨̃ ὅσα ἂν εὕρη̨ ἡ χείρ σου
34 καὶ ἀνέστη Αβιμελεχ καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχεμ τέτρασιν ἀρχαι̃ς
35 καὶ ἐξη̃λθεν Γααλ υἱὸς Ιωβηλ καὶ ἔστη πρὸς τη̨̃ θύρα̨ τη̃ς πύλης τη̃ς πόλεως καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ ἀπὸ του̃ ἐνέδρου
36 καὶ εἰ̃δεν Γααλ υἱὸς Ιωβηλ τὸν λαὸν καὶ εἰ̃πεν πρὸς Ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλω̃ν τω̃ν ὀρέων καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζεβουλ τὴν σκιὰν τω̃ν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας
37 καὶ προσέθετο ἔτι Γααλ του̃ λαλη̃σαι καὶ εἰ̃πεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ του̃ ἐχόμενα ὀμφαλου̃ τη̃ς γη̃ς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδου̃ Ηλωνμαωνενιμ
38 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζεβουλ καὶ που̃ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν Αβιμελεχ ὅτι δουλεύσομεν αὐτω̨̃ μὴ οὐχὶ οὑ̃τος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νυ̃ν καὶ παράταξαι αὐτω̨̃
39 καὶ ἐξη̃λθεν Γααλ ἐνώπιον ἀνδρω̃ν Συχεμ καὶ παρετάξατο πρὸς Αβιμελεχ
40 καὶ ἐδίωξεν αὐτὸν Αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτου̃ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τη̃ς θύρας τη̃ς πύλης
41 καὶ εἰση̃λθεν Αβιμελεχ ἐν Αρημα καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτου̃ μὴ οἰκει̃ν ἐν Συχεμ
42 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ ἐξη̃λθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τω̨̃ Αβιμελεχ
43 καὶ ἔλαβεν τὸν λαὸν καὶ διει̃λεν αὐτοὺς εἰς τρει̃ς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρω̨̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ ὁ λαὸς ἐξη̃λθεν ἐκ τη̃ς πόλεως καὶ ἀνέστη ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς
44 καὶ Αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ' αὐτου̃ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τη̃ς πύλης τη̃ς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τω̨̃ ἀγρω̨̃ καὶ ἐπάταξαν αὐτούς
45 καὶ Αβιμελεχ παρετάσσετο ἐν τη̨̃ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτη̨̃ ἀπέκτεινεν καὶ καθει̃λεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας
46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχεμ καὶ ἠ̃λθον εἰς συνέλευσιν Βαιθηλβεριθ
47 καὶ ἀνηγγέλη τω̨̃ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχεμ
48 καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Ερμων καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ ἔλαβεν Αβιμελεχ τὰς ἀξίνας ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἠ̃ρεν καὶ ἔθηκεν ἐπ' ὤμων αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ ὃ εἴδετέ με ποιου̃ντα ταχέως ποιήσατε ὡς ἐγώ
49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πα̃ς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναι̃κες
50 καὶ ἐπορεύθη Αβιμελεχ ἐκ Βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν Θηβης καὶ κατέλαβεν αὐτήν
51 καὶ πύργος ἰσχυρὸς ἠ̃ν ἐν μέσω̨ τη̃ς πόλεως καὶ ἔφυγον ἐκει̃ πάντες οἱ ἄνδρες καὶ αἱ γυναι̃κες τη̃ς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτω̃ν καὶ ἀνέβησαν ἐπὶ τὸ δω̃μα του̃ πύργου
52 καὶ ἠ̃λθεν Αβιμελεχ ἕως του̃ πύργου καὶ παρετάξαντο αὐτω̨̃ καὶ ἤγγισεν Αβιμελεχ ἕως τη̃ς θύρας του̃ πύργου του̃ ἐμπρη̃σαι αὐτὸν ἐν πυρί
53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτου̃
54 καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἰ̃ρον τὰ σκεύη αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτου̃ καὶ ἀπέθανεν
55 καὶ εἰ̃δεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτου̃
56 καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Αβιμελεχ ἣν ἐποίησεν τω̨̃ πατρὶ αὐτου̃ ἀποκτει̃ναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτου̃
57 καὶ τὴν πα̃σαν πονηρίαν ἀνδρω̃ν Συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτω̃ν καὶ ἐπη̃λθεν ἐπ' αὐτοὺς ἡ κατάρα Ιωαθαν υἱου̃ Ιεροβααλ
Читать далее:ΚΡΙΤΑΙ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).