ΘΡΗΝΟΙ,
κεφαλίς 2,
στἰχοι 1-12
1 πω̃ς ἐγνόφωσεν ἐν ὀργη̨̃ αὐτου̃ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανου̃ εἰς γη̃ν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδω̃ν αὐτου̃ ἐν ἡμέρα̨ ὀργη̃ς αὐτου̃ |
2 κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραι̃α Ιακωβ καθει̃λεν ἐν θυμω̨̃ αὐτου̃ τὰ ὀχυρώματα τη̃ς θυγατρὸς Ιουδα ἐκόλλησεν εἰς τὴν γη̃ν ἐβεβήλωσεν βασιλέα αὐτη̃ς καὶ ἄρχοντας αὐτη̃ς |
3 συνέκλασεν ἐν ὀργη̨̃ θυμου̃ αὐτου̃ πα̃ν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτου̃ ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἀνη̃ψεν ἐν Ιακωβ ὡς πυ̃ρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλω̨ |
4 ἐνέτεινεν τόξον αὐτου̃ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτου̃ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν μου ἐν σκηνη̨̃ θυγατρὸς Σιων ἐξέχεεν ὡς πυ̃ρ τὸν θυμὸν αὐτου̃ |
5 ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτη̃ς διέφθειρεν τὰ ὀχυρώματα αὐτου̃ καὶ ἐπλήθυνεν τη̨̃ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην |
6 καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτου̃ διέφθειρεν ἑορτὴν αὐτου̃ ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτη̃ς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργη̃ς αὐτου̃ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα |
7 ἀπώσατο κύριος θυσιαστήριον αὐτου̃ ἀπετίναξεν ἁγίασμα αὐτου̃ συνέτριψεν ἐν χειρὶ ἐχθρου̃ τει̃χος βάρεων αὐτη̃ς φωνὴν ἔδωκαν ἐν οἴκω̨ κυρίου ὡς ἐν ἡμέρα̨ ἑορτη̃ς |
8 καὶ ἐπέστρεψεν κύριος του̃ διαφθει̃ραι τει̃χος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χει̃ρα αὐτου̃ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τει̃χος ὁμοθυμαδὸν ἠσθένησεν |
9 ἐνεπάγησαν εἰς γη̃ν πύλαι αὐτη̃ς ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτη̃ς βασιλέα αὐτη̃ς καὶ ἄρχοντας αὐτη̃ς ἐν τοι̃ς ἔθνεσιν οὐκ ἔστιν νόμος καί γε προφη̃ται αὐτη̃ς οὐκ εἰ̃δον ὅρασιν παρὰ κυρίου |
10 ἐκάθισαν εἰς τὴν γη̃ν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χου̃ν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν περιεζώσαντο σάκκους κατήγαγον εἰς γη̃ν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ |
11 ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου ἐταράχθη ἡ καρδία μου ἐξεχύθη εἰς γη̃ν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ λαου̃ μου ἐν τω̨̃ ἐκλιπει̃ν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως |
12 ται̃ς μητράσιν αὐτω̃ν εἰ̃παν που̃ σι̃τος καὶ οἰ̃νος ἐν τω̨̃ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως ἐν τω̨̃ ἐκχει̃σθαι ψυχὰς αὐτω̃ν εἰς κόλπον μητέρων αὐτω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.