1 καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρει̃ον αὐτου̃ ἐπέθηκαν ἐπ' αὐτὸ πυ̃ρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πυ̃ρ ἀλλότριον ὃ οὐ προσέταξεν κύριος αὐτοι̃ς |
2 καὶ ἐξη̃λθεν πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς καὶ ἀπέθανον ἔναντι κυρίου |
3 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων του̃τό ἐστιν ὃ εἰ̃πεν κύριος λέγων ἐν τοι̃ς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάση̨ τη̨̃ συναγωγη̨̃ δοξασθήσομαι καὶ κατενύχθη Ααρων |
4 καὶ ἐκάλεσεν Μωυση̃ς τὸν Μισαδαι καὶ τὸν Ελισαφαν υἱοὺς Οζιηλ υἱοὺς του̃ ἀδελφου̃ του̃ πατρὸς Ααρων καὶ εἰ̃πεν αὐτοι̃ς προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμω̃ν ἐκ προσώπου τω̃ν ἁγίων ἔξω τη̃ς παρεμβολη̃ς |
5 καὶ προση̃λθον καὶ ἠ̃ραν ἐν τοι̃ς χιτω̃σιν αὐτω̃ν ἔξω τη̃ς παρεμβολη̃ς ὃν τρόπον εἰ̃πεν Μωυση̃ς |
6 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτου̃ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμω̃ν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμω̃ν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πα̃σαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμω̃ν πα̃ς ὁ οἰ̃κος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου |
7 καὶ ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τη̃ς χρίσεως τὸ παρὰ κυρίου ἐφ' ὑμι̃ν καὶ ἐποίησαν κατὰ τὸ ῥη̃μα Μωυση̃ |
8 καὶ ἐλάλησεν κύριος τω̨̃ Ααρων λέγων |
9 οἰ̃νον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ προσπορευομένων ὑμω̃ν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν |
10 διαστει̃λαι ἀνὰ μέσον τω̃ν ἁγίων καὶ τω̃ν βεβήλων καὶ ἀνὰ μέσον τω̃ν ἀκαθάρτων καὶ τω̃ν καθαρω̃ν |
11 καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυση̃ |
12 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας λάβετε τὴν θυσίαν τὴν καταλειφθει̃σαν ἀπὸ τω̃ν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον ἅγια ἁγίων ἐστίν |
13 καὶ φάγεσθε αὐτὴν ἐν τόπω̨ ἁγίω̨ νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοι̃ς υἱοι̃ς σου του̃το ἀπὸ τω̃ν καρπωμάτων κυρίου οὕτω γὰρ ἐντέταλταί μοι |
14 καὶ τὸ στηθύνιον του̃ ἀφορίσματος καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος φάγεσθε ἐν τόπω̨ ἁγίω̨ σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἰ̃κός σου μετὰ σου̃ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοι̃ς υἱοι̃ς σου ἐδόθη ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου τω̃ν υἱω̃ν Ισραηλ |
15 τὸν βραχίονα του̃ ἀφαιρέματος καὶ τὸ στηθύνιον του̃ ἀφορίσματος ἐπὶ τω̃ν καρπωμάτων τω̃ν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοι̃ς υἱοι̃ς σου καὶ ται̃ς θυγατράσιν σου μετὰ σου̃ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
16 καὶ τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας ζητω̃ν ἐξεζήτησεν Μωυση̃ς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη Μωυση̃ς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων |
17 διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τη̃ς ἁμαρτίας ἐν τόπω̨ ἁγίω̨ ὅτι γὰρ ἅγια ἁγίων ἐστίν του̃το ἔδωκεν ὑμι̃ν φαγει̃ν ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τη̃ς συναγωγη̃ς καὶ ἐξιλάσησθε περὶ αὐτω̃ν ἔναντι κυρίου |
18 οὐ γὰρ εἰσήχθη του̃ αἵματος αὐτου̃ εἰς τὸ ἅγιον κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπω̨ ἁγίω̨ ὃν τρόπον μοι συνέταξεν κύριος |
19 καὶ ἐλάλησεν Ααρων πρὸς Μωυση̃ν λέγων εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν καὶ τὰ ὁλοκαυτώματα αὐτω̃ν ἔναντι κυρίου καὶ συμβέβηκέν μοι ταυ̃τα καὶ φάγομαι τὰ περὶ τη̃ς ἁμαρτίας σήμερον μὴ ἀρεστὸν ἔσται κυρίω̨ |
20 καὶ ἤκουσεν Μωυση̃ς καὶ ἤρεσεν αὐτω̨̃ |