Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 13

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
ἀνθρώπω̨ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ ἁφὴ λέπρας καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἢ ἕνα τω̃ν υἱω̃ν αὐτου̃ τω̃ν ἱερέων
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι του̃ χρωτὸς αὐτου̃ καὶ ἡ θρὶξ ἐν τη̨̃ ἁφη̨̃ μεταβάλη̨ λευκή καὶ ἡ ὄψις τη̃ς ἁφη̃ς ταπεινὴ ἀπὸ του̃ δέρματος του̃ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανει̃ αὐτόν
ἐὰν δὲ τηλαυγὴς λευκὴ ἠ̨̃ ἐν τω̨̃ δέρματι του̃ χρωτός καὶ ταπεινὴ μὴ ἠ̨̃ ἡ ὄψις αὐτη̃ς ἀπὸ του̃ δέρματος καὶ ἡ θρὶξ αὐτου̃ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτου̃ οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ τὸ δεύτερον καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καθαριει̃ αὐτὸν ὁ ἱερεύς σημασία γάρ ἐστιν καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
ἐὰν δὲ μεταβαλου̃σα μεταπέση̨ ἡ σημασία ἐν τω̨̃ δέρματι μετὰ τὸ ἰδει̃ν αὐτὸν τὸν ἱερέα του̃ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τω̨̃ ἱερει̃
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν
καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπω̨ καὶ ἥξει πρὸς τὸν ἱερέα
10 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τω̨̃ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ του̃ ὑγιου̃ς τη̃ς σαρκὸς τη̃ς ζώσης ἐν τη̨̃ οὐλη̨̃
11 λέπρα παλαιουμένη ἐστίν ἐν τω̨̃ δέρματι του̃ χρωτός ἐστιν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριει̃ αὐτόν ὅτι ἀκάθαρτός ἐστιν
12 ἐὰν δὲ ἐξανθου̃σα ἐξανθήση̨ ἡ λέπρα ἐν τω̨̃ δέρματι καὶ καλύψη̨ ἡ λέπρα πα̃ν τὸ δέρμα τη̃ς ἁφη̃ς ἀπὸ κεφαλη̃ς ἕως ποδω̃ν καθ' ὅλην τὴν ὅρασιν του̃ ἱερέως
13 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πα̃ν τὸ δέρμα του̃ χρωτός καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν ὅτι πα̃ν μετέβαλεν λευκόν καθαρόν ἐστιν
14 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ ὀφθη̨̃ ἐν αὐτω̨̃ χρὼς ζω̃ν μιανθήσεται
15 καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρω̃τα τὸν ὑγιη̃ καὶ μιανει̃ αὐτὸν ὁ χρὼς ὁ ὑγιής ὅτι ἀκάθαρτός ἐστιν λέπρα ἐστίν
16 ἐὰν δὲ ἀποκαταστη̨̃ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλη̨ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα
17 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριει̃ ὁ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν
18 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ ἕλκος καὶ ὑγιασθη̨̃
19 καὶ γένηται ἐν τω̨̃ τόπω̨ του̃ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα καὶ ὀφθήσεται τω̨̃ ἱερει̃
20 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα του̃ δέρματος καὶ ἡ θρὶξ αὐτη̃ς μετέβαλεν εἰς λευκήν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν
21 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτω̨̃ θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος του̃ χρωτός καὶ αὐτὴ ἠ̨̃ ἀμαυρά ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας
22 ἐὰν δὲ διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν
23 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ του̃ ἕλκους ἐστίν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς
24 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ κατάκαυμα πυρός καὶ γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ τὸ ὑγιασθὲν του̃ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον
25 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ἡ ὄψις αὐτου̃ ταπεινὴ ἀπὸ του̃ δέρματος λέπρα ἐστίν ἐν τω̨̃ κατακαύματι ἐξήνθησεν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν
26 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τω̨̃ αὐγάζοντι θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος αὐτὸ δὲ ἀμαυρόν καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας
27 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχύσει διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν
28 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ αὐγάζον καὶ μὴ διαχυθη̨̃ ἐν τω̨̃ δέρματι αὐτὴ δὲ ἠ̨̃ ἀμαυρά ἡ οὐλὴ του̃ κατακαύματός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς ὁ γὰρ χαρακτὴρ του̃ κατακαύματός ἐστιν
29 καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοι̃ς ἁφὴ λέπρας ἐν τη̨̃ κεφαλη̨̃ ἢ ἐν τω̨̃ πώγωνι
30 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ἡ ὄψις αὐτη̃ς ἐγκοιλοτέρα του̃ δέρματος ἐν αὐτη̨̃ δὲ θρὶξ ξανθίζουσα λεπτή καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς θραυ̃σμά ἐστιν λέπρα τη̃ς κεφαλη̃ς ἢ λέπρα του̃ πώγωνός ἐστιν
31 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα του̃ δέρματος καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος ἑπτὰ ἡμέρας
32 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος
33 καὶ ξυρηθήσεται τὸ δέρμα τὸ δὲ θραυ̃σμα οὐ ξυρηθήσεται καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὸ θραυ̃σμα ἑπτὰ ἡμέρας τὸ δεύτερον
34 καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραυ̃σμα τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ ξυρηθη̃ναι αὐτόν καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
35 ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ καθαρισθη̃ναι αὐτόν
36 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τη̃ς τριχὸς τη̃ς ξανθη̃ς ὅτι ἀκάθαρτός ἐστιν
37 ἐὰν δὲ ἐνώπιον μείνη̨ τὸ θραυ̃σμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλη̨ ἐν αὐτω̨̃ ὑγίακεν τὸ θραυ̃σμα καθαρός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς
38 καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα
39 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα ἀλφός ἐστιν καθαρός ἐστιν ἐξανθει̃ ἐν τω̨̃ δέρματι τη̃ς σαρκὸς αὐτου̃ καθαρός ἐστιν
40 ἐὰν δέ τινι μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ φαλακρός ἐστιν καθαρός ἐστιν
41 ἐὰν δὲ κατὰ πρόσωπον μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ ἀναφάλαντός ἐστιν καθαρός ἐστιν
42 ἐὰν δὲ γένηται ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ἁφὴ λευκὴ ἢ πυρρίζουσα λέπρα ἐστὶν ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃
43 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τη̃ς ἁφη̃ς λευκὴ πυρρίζουσα ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ὡς εἰ̃δος λέπρας ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃
44 ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανει̃ αὐτὸν ὁ ἱερεύς ἐν τη̨̃ κεφαλη̨̃ αὐτου̃ ἡ ἁφὴ αὐτου̃
45 καὶ ὁ λεπρός ἐν ὡ̨̃ ἐστιν ἡ ἁφή τὰ ἱμάτια αὐτου̃ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτου̃ ἀκατακάλυπτος καὶ περὶ τὸ στόμα αὐτου̃ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται
46 πάσας τὰς ἡμέρας ὅσας ἂν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται κεχωρισμένος καθήσεται ἔξω τη̃ς παρεμβολη̃ς ἔσται αὐτου̃ ἡ διατριβή
47 καὶ ἱματίω̨ ἐὰν γένηται ἐν αὐτω̨̃ ἁφὴ λέπρας ἐν ἱματίω̨ ἐρεω̨̃ ἢ ἐν ἱματίω̨ στιππυίνω̨
48 ἢ ἐν στήμονι ἢ ἐν κρόκη̨ ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν δέρματι ἢ ἐν παντὶ ἐργασίμω̨ δέρματι
49 καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τω̨̃ δέρματι ἢ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει ἐργασίμω̨ δέρματος ἁφὴ λέπρας ἐστίν καὶ δείξει τω̨̃ ἱερει̃
50 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
51 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν τω̨̃ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθη̨̃ δέρματα ἐν τη̨̃ ἐργασία̨ λέπρα ἔμμονός ἐστιν ἡ ἁφή ἀκάθαρτός ἐστιν
52 κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν παντὶ σκεύει δερματίνω̨ ἐν ὡ̨̃ ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ ἡ ἁφή ὅτι λέπρα ἔμμονός ἐστιν ἐν πυρὶ κατακαυθήσεται
53 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨
54 καὶ συντάξει ὁ ἱερεύς καὶ πλυνει̃ ἐφ' οὑ̃ ἐὰν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον
55 καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθη̃ναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή καὶ ἡ ἁφὴ οὐ διαχει̃ται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨
56 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς καὶ ἠ̨̃ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθη̃ναι αὐτό ἀπορρήξει αὐτὸ ἀπὸ του̃ ἱματίου ἢ ἀπὸ του̃ δέρματος ἢ ἀπὸ του̃ στήμονος ἢ ἀπὸ τη̃ς κρόκης
57 ἐὰν δὲ ὀφθη̨̃ ἔτι ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨ λέπρα ἐξανθου̃σά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ὡ̨̃ ἐστὶν ἡ ἁφή
58 καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πα̃ν σκευ̃ος δερμάτινον ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ' αὐτου̃ ἡ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται
59 οὑ̃τος ὁ νόμος ἁφη̃ς λέπρας ἱματίου ἐρεου̃ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μια̃ναι αὐτό
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).