Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 13

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
2 ἀνθρώπω̨ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ ἁφὴ λέπρας καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἢ ἕνα τω̃ν υἱω̃ν αὐτου̃ τω̃ν ἱερέων
3 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι του̃ χρωτὸς αὐτου̃ καὶ ἡ θρὶξ ἐν τη̨̃ ἁφη̨̃ μεταβάλη̨ λευκή καὶ ἡ ὄψις τη̃ς ἁφη̃ς ταπεινὴ ἀπὸ του̃ δέρματος του̃ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανει̃ αὐτόν
4 ἐὰν δὲ τηλαυγὴς λευκὴ ἠ̨̃ ἐν τω̨̃ δέρματι του̃ χρωτός καὶ ταπεινὴ μὴ ἠ̨̃ ἡ ὄψις αὐτη̃ς ἀπὸ του̃ δέρματος καὶ ἡ θρὶξ αὐτου̃ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
5 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτου̃ οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον
6 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ τὸ δεύτερον καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καθαριει̃ αὐτὸν ὁ ἱερεύς σημασία γάρ ἐστιν καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
7 ἐὰν δὲ μεταβαλου̃σα μεταπέση̨ ἡ σημασία ἐν τω̨̃ δέρματι μετὰ τὸ ἰδει̃ν αὐτὸν τὸν ἱερέα του̃ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τω̨̃ ἱερει̃
8 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν
9 καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπω̨ καὶ ἥξει πρὸς τὸν ἱερέα
10 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τω̨̃ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ του̃ ὑγιου̃ς τη̃ς σαρκὸς τη̃ς ζώσης ἐν τη̨̃ οὐλη̨̃
11 λέπρα παλαιουμένη ἐστίν ἐν τω̨̃ δέρματι του̃ χρωτός ἐστιν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριει̃ αὐτόν ὅτι ἀκάθαρτός ἐστιν
12 ἐὰν δὲ ἐξανθου̃σα ἐξανθήση̨ ἡ λέπρα ἐν τω̨̃ δέρματι καὶ καλύψη̨ ἡ λέπρα πα̃ν τὸ δέρμα τη̃ς ἁφη̃ς ἀπὸ κεφαλη̃ς ἕως ποδω̃ν καθ' ὅλην τὴν ὅρασιν του̃ ἱερέως
13 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πα̃ν τὸ δέρμα του̃ χρωτός καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν ὅτι πα̃ν μετέβαλεν λευκόν καθαρόν ἐστιν
14 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ ὀφθη̨̃ ἐν αὐτω̨̃ χρὼς ζω̃ν μιανθήσεται
15 καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρω̃τα τὸν ὑγιη̃ καὶ μιανει̃ αὐτὸν ὁ χρὼς ὁ ὑγιής ὅτι ἀκάθαρτός ἐστιν λέπρα ἐστίν
16 ἐὰν δὲ ἀποκαταστη̨̃ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλη̨ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα
17 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριει̃ ὁ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν
18 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ ἕλκος καὶ ὑγιασθη̨̃
19 καὶ γένηται ἐν τω̨̃ τόπω̨ του̃ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα καὶ ὀφθήσεται τω̨̃ ἱερει̃
20 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα του̃ δέρματος καὶ ἡ θρὶξ αὐτη̃ς μετέβαλεν εἰς λευκήν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν
21 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτω̨̃ θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος του̃ χρωτός καὶ αὐτὴ ἠ̨̃ ἀμαυρά ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας
22 ἐὰν δὲ διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν
23 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ του̃ ἕλκους ἐστίν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς
24 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ κατάκαυμα πυρός καὶ γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ τὸ ὑγιασθὲν του̃ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον
25 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ἡ ὄψις αὐτου̃ ταπεινὴ ἀπὸ του̃ δέρματος λέπρα ἐστίν ἐν τω̨̃ κατακαύματι ἐξήνθησεν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν
26 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τω̨̃ αὐγάζοντι θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος αὐτὸ δὲ ἀμαυρόν καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας
27 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχύσει διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν
28 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ αὐγάζον καὶ μὴ διαχυθη̨̃ ἐν τω̨̃ δέρματι αὐτὴ δὲ ἠ̨̃ ἀμαυρά ἡ οὐλὴ του̃ κατακαύματός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς ὁ γὰρ χαρακτὴρ του̃ κατακαύματός ἐστιν
29 καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοι̃ς ἁφὴ λέπρας ἐν τη̨̃ κεφαλη̨̃ ἢ ἐν τω̨̃ πώγωνι
30 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ἡ ὄψις αὐτη̃ς ἐγκοιλοτέρα του̃ δέρματος ἐν αὐτη̨̃ δὲ θρὶξ ξανθίζουσα λεπτή καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς θραυ̃σμά ἐστιν λέπρα τη̃ς κεφαλη̃ς ἢ λέπρα του̃ πώγωνός ἐστιν
31 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα του̃ δέρματος καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος ἑπτὰ ἡμέρας
32 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος
33 καὶ ξυρηθήσεται τὸ δέρμα τὸ δὲ θραυ̃σμα οὐ ξυρηθήσεται καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὸ θραυ̃σμα ἑπτὰ ἡμέρας τὸ δεύτερον
34 καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραυ̃σμα τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ ξυρηθη̃ναι αὐτόν καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
35 ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ καθαρισθη̃ναι αὐτόν
36 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τη̃ς τριχὸς τη̃ς ξανθη̃ς ὅτι ἀκάθαρτός ἐστιν
37 ἐὰν δὲ ἐνώπιον μείνη̨ τὸ θραυ̃σμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλη̨ ἐν αὐτω̨̃ ὑγίακεν τὸ θραυ̃σμα καθαρός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς
38 καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα
39 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα ἀλφός ἐστιν καθαρός ἐστιν ἐξανθει̃ ἐν τω̨̃ δέρματι τη̃ς σαρκὸς αὐτου̃ καθαρός ἐστιν
40 ἐὰν δέ τινι μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ φαλακρός ἐστιν καθαρός ἐστιν
41 ἐὰν δὲ κατὰ πρόσωπον μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ ἀναφάλαντός ἐστιν καθαρός ἐστιν
42 ἐὰν δὲ γένηται ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ἁφὴ λευκὴ ἢ πυρρίζουσα λέπρα ἐστὶν ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃
43 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τη̃ς ἁφη̃ς λευκὴ πυρρίζουσα ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ὡς εἰ̃δος λέπρας ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃
44 ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανει̃ αὐτὸν ὁ ἱερεύς ἐν τη̨̃ κεφαλη̨̃ αὐτου̃ ἡ ἁφὴ αὐτου̃
45 καὶ ὁ λεπρός ἐν ὡ̨̃ ἐστιν ἡ ἁφή τὰ ἱμάτια αὐτου̃ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτου̃ ἀκατακάλυπτος καὶ περὶ τὸ στόμα αὐτου̃ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται
46 πάσας τὰς ἡμέρας ὅσας ἂν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται κεχωρισμένος καθήσεται ἔξω τη̃ς παρεμβολη̃ς ἔσται αὐτου̃ ἡ διατριβή
47 καὶ ἱματίω̨ ἐὰν γένηται ἐν αὐτω̨̃ ἁφὴ λέπρας ἐν ἱματίω̨ ἐρεω̨̃ ἢ ἐν ἱματίω̨ στιππυίνω̨
48 ἢ ἐν στήμονι ἢ ἐν κρόκη̨ ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν δέρματι ἢ ἐν παντὶ ἐργασίμω̨ δέρματι
49 καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τω̨̃ δέρματι ἢ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει ἐργασίμω̨ δέρματος ἁφὴ λέπρας ἐστίν καὶ δείξει τω̨̃ ἱερει̃
50 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
51 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν τω̨̃ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθη̨̃ δέρματα ἐν τη̨̃ ἐργασία̨ λέπρα ἔμμονός ἐστιν ἡ ἁφή ἀκάθαρτός ἐστιν
52 κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν παντὶ σκεύει δερματίνω̨ ἐν ὡ̨̃ ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ ἡ ἁφή ὅτι λέπρα ἔμμονός ἐστιν ἐν πυρὶ κατακαυθήσεται
53 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨
54 καὶ συντάξει ὁ ἱερεύς καὶ πλυνει̃ ἐφ' οὑ̃ ἐὰν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον
55 καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθη̃ναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή καὶ ἡ ἁφὴ οὐ διαχει̃ται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨
56 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς καὶ ἠ̨̃ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθη̃ναι αὐτό ἀπορρήξει αὐτὸ ἀπὸ του̃ ἱματίου ἢ ἀπὸ του̃ δέρματος ἢ ἀπὸ του̃ στήμονος ἢ ἀπὸ τη̃ς κρόκης
57 ἐὰν δὲ ὀφθη̨̃ ἔτι ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨ λέπρα ἐξανθου̃σά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ὡ̨̃ ἐστὶν ἡ ἁφή
58 καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πα̃ν σκευ̃ος δερμάτινον ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ' αὐτου̃ ἡ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται
59 οὑ̃τος ὁ νόμος ἁφη̃ς λέπρας ἱματίου ἐρεου̃ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μια̃ναι αὐτό

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 14

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 οὑ̃τος ὁ νόμος του̃ λεπρου̃ ἡ̨̃ ἂν ἡμέρα̨ καθαρισθη̨̃ καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα
3 καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τη̃ς παρεμβολη̃ς καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἰα̃ται ἡ ἁφὴ τη̃ς λέπρας ἀπὸ του̃ λεπρου̃
4 καὶ προστάξει ὁ ἱερεὺς καὶ λήμψονται τω̨̃ κεκαθαρισμένω̨ δύο ὀρνίθια ζω̃ντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον
5 καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσιν τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγει̃ον ὀστράκινον ἐφ' ὕδατι ζω̃ντι
6 καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν εἰς τὸ αἱ̃μα του̃ ὀρνιθίου του̃ σφαγέντος ἐφ' ὕδατι ζω̃ντι
7 καὶ περιρρανει̃ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τη̃ς λέπρας ἑπτάκις καὶ καθαρὸς ἔσται καὶ ἐξαποστελει̃ τὸ ὀρνίθιον τὸ ζω̃ν εἰς τὸ πεδίον
8 καὶ πλυνει̃ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτου̃ καὶ ξυρηθήσεται αὐτου̃ πα̃σαν τὴν τρίχα καὶ λούσεται ἐν ὕδατι καὶ καθαρὸς ἔσται καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν καὶ διατρίψει ἔξω του̃ οἴκου αὐτου̃ ἑπτὰ ἡμέρας
9 καὶ ἔσται τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ξυρηθήσεται πα̃σαν τὴν τρίχα αὐτου̃ τὴν κεφαλὴν αὐτου̃ καὶ τὸν πώγωνα καὶ τὰς ὀφρύας καὶ πα̃σαν τὴν τρίχα αὐτου̃ ξυρηθήσεται καὶ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ καθαρὸς ἔσται
10 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ πρόβατον ἐνιαύσιον ἄμωμον καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίω̨ καὶ κοτύλην ἐλαίου μίαν
11 καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον καὶ ταυ̃τα ἔναντι κυρίου ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
12 καὶ λήμψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα καὶ προσάξει αὐτὸν τη̃ς πλημμελείας καὶ τὴν κοτύλην του̃ ἐλαίου καὶ ἀφοριει̃ αὐτὸ ἀφόρισμα ἔναντι κυρίου
13 καὶ σφάξουσιν τὸν ἀμνὸν ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας ἐν τόπω̨ ἁγίω̨ ἔστιν γὰρ τὸ περὶ ἁμαρτίας ὥσπερ τὸ τη̃ς πλημμελείας ἔστιν τω̨̃ ἱερει̃ ἅγια ἁγίων ἐστίν
14 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς πλημμελείας καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃
15 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τη̃ς κοτύλης του̃ ἐλαίου ἐπιχεει̃ ἐπὶ τὴν χει̃ρα του̃ ἱερέως τὴν ἀριστερὰν
16 καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ του̃ ἐλαίου του̃ ὄντος ἐπὶ τη̃ς χειρὸς τη̃ς ἀριστερα̃ς καὶ ῥανει̃ ἑπτάκις τω̨̃ δακτύλω̨ ἔναντι κυρίου
17 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τη̨̃ χειρὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ ἐπὶ τὸν τόπον του̃ αἵματος του̃ τη̃ς πλημμελείας
18 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τη̃ς χειρὸς του̃ ἱερέως ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν του̃ καθαρισθέντος καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου
19 καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τη̃ς ἁμαρτίας καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ του̃ ἀκαθάρτου του̃ καθαριζομένου ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ μετὰ του̃το σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα
20 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεύς καὶ καθαρισθήσεται
21 ἐὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτου̃ μὴ εὑρίσκη̨ λήμψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα ὥστε ἐξιλάσασθαι περὶ αὐτου̃ καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίω̨ εἰς θυσίαν καὶ κοτύλην ἐλαίου μίαν
22 καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν ὅσα εὑ̃ρεν ἡ χεὶρ αὐτου̃ καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας καὶ ἡ μία εἰς ὁλοκαύτωμα
23 καὶ προσοίσει αὐτὰ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ εἰς τὸ καθαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου
24 καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἀμνὸν τη̃ς πλημμελείας καὶ τὴν κοτύλην του̃ ἐλαίου ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι κυρίου
25 καὶ σφάξει τὸν ἀμνὸν τη̃ς πλημμελείας καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς πλημμελείας καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃
26 καὶ ἀπὸ του̃ ἐλαίου ἐπιχεει̃ ὁ ἱερεὺς ἐπὶ τὴν χει̃ρα του̃ ἱερέως τὴν ἀριστεράν
27 καὶ ῥανει̃ ὁ ἱερεὺς τω̨̃ δακτύλω̨ τω̨̃ δεξιω̨̃ ἀπὸ του̃ ἐλαίου του̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ τη̨̃ ἀριστερα̨̃ ἑπτάκις ἔναντι κυρίου
28 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ ἐλαίου του̃ ἐπὶ τη̃ς χειρὸς αὐτου̃ ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς αὐτου̃ τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς αὐτου̃ του̃ δεξιου̃ ἐπὶ τὸν τόπον του̃ αἵματος του̃ τη̃ς πλημμελείας
29 τὸ δὲ καταλειφθὲν ἀπὸ του̃ ἐλαίου τὸ ὂν ἐπὶ τη̃ς χειρὸς του̃ ἱερέως ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν του̃ καθαρισθέντος καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου
30 καὶ ποιήσει μίαν τω̃ν τρυγόνων ἢ ἀπὸ τω̃ν νεοσσω̃ν τω̃ν περιστερω̃ν καθότι εὑ̃ρεν αὐτου̃ ἡ χείρ
31 τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τη̨̃ θυσία̨ καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ του̃ καθαριζομένου ἔναντι κυρίου
32 οὑ̃τος ὁ νόμος ἐν ὡ̨̃ ἐστιν ἡ ἁφὴ τη̃ς λέπρας καὶ του̃ μὴ εὑρίσκοντος τη̨̃ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτου̃
33 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
34 ὡς ἂν εἰσέλθητε εἰς τὴν γη̃ν τω̃ν Χαναναίων ἣν ἐγὼ δίδωμι ὑμι̃ν ἐν κτήσει καὶ δώσω ἁφὴν λέπρας ἐν ται̃ς οἰκίαις τη̃ς γη̃ς τη̃ς ἐγκτήτου ὑμι̃ν
35 καὶ ἥξει τίνος αὐτου̃ ἡ οἰκία καὶ ἀναγγελει̃ τω̨̃ ἱερει̃ λέγων ὥσπερ ἁφὴ ἑώραταί μου ἐν τη̨̃ οἰκία̨
36 καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ του̃ εἰσελθόντα ἰδει̃ν τὸν ἱερέα τὴν ἁφὴν καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἐὰν ἠ̨̃ ἐν τη̨̃ οἰκία̨ καὶ μετὰ ταυ̃τα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθει̃ν τὴν οἰκίαν
37 καὶ ὄψεται τὴν ἁφὴν ἐν τοι̃ς τοίχοις τη̃ς οἰκίας κοιλάδας χλωριζούσας ἢ πυρριζούσας καὶ ἡ ὄψις αὐτω̃ν ταπεινοτέρα τω̃ν τοίχων
38 καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τη̃ς οἰκίας ἐπὶ τὴν θύραν τη̃ς οἰκίας καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας
39 καὶ ἐπανήξει ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ὄψεται τὴν οἰκίαν καὶ ἰδοὺ οὐ διεχύθη ἡ ἁφὴ ἐν τοι̃ς τοίχοις τη̃ς οἰκίας
40 καὶ προστάξει ὁ ἱερεὺς καὶ ἐξελου̃σιν τοὺς λίθους ἐν οἱ̃ς ἐστιν ἡ ἁφή καὶ ἐκβαλου̃σιν αὐτοὺς ἔξω τη̃ς πόλεως εἰς τόπον ἀκάθαρτον
41 καὶ ἀποξύσουσιν τὴν οἰκίαν ἔσωθεν κύκλω̨ καὶ ἐκχεου̃σιν τὸν χου̃ν ἔξω τη̃ς πόλεως εἰς τόπον ἀκάθαρτον
42 καὶ λήμψονται λίθους ἀπεξυσμένους ἑτέρους καὶ ἀντιθήσουσιν ἀντὶ τω̃ν λίθων καὶ χου̃ν ἕτερον λήμψονται καὶ ἐξαλείψουσιν τὴν οἰκίαν
43 ἐὰν δὲ ἐπέλθη̨ πάλιν ἁφὴ καὶ ἀνατείλη̨ ἐν τη̨̃ οἰκία̨ μετὰ τὸ ἐξελει̃ν τοὺς λίθους καὶ μετὰ τὸ ἀποξυσθη̃ναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειφθη̃ναι
44 καὶ εἰσελεύσεται ὁ ἱερεὺς καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τη̨̃ οἰκία̨ λέπρα ἔμμονός ἐστιν ἐν τη̨̃ οἰκία̨ ἀκάθαρτός ἐστιν
45 καὶ καθελου̃σιν τὴν οἰκίαν καὶ τὰ ξύλα αὐτη̃ς καὶ τοὺς λίθους αὐτη̃ς καὶ πάντα τὸν χου̃ν ἐξοίσουσιν ἔξω τη̃ς πόλεως εἰς τόπον ἀκάθαρτον
46 καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστίν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
47 καὶ ὁ κοιμώμενος ἐν τη̨̃ οἰκία̨ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ ἔσθων ἐν τη̨̃ οἰκία̨ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
48 ἐὰν δὲ παραγενόμενος εἰσέλθη̨ ὁ ἱερεὺς καὶ ἴδη̨ καὶ ἰδοὺ διαχύσει οὐ διαχει̃ται ἡ ἁφὴ ἐν τη̨̃ οἰκία̨ μετὰ τὸ ἐξαλειφθη̃ναι τὴν οἰκίαν καὶ καθαριει̃ ὁ ἱερεὺς τὴν οἰκίαν ὅτι ἰάθη ἡ ἁφή
49 καὶ λήμψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζω̃ντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον
50 καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκευ̃ος ὀστράκινον ἐφ' ὕδατι ζω̃ντι
51 καὶ λήμψεται τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν καὶ βάψει αὐτὸ εἰς τὸ αἱ̃μα του̃ ὀρνιθίου του̃ ἐσφαγμένου ἐφ' ὕδατι ζω̃ντι καὶ περιρρανει̃ ἐν αὐτοι̃ς ἐπὶ τὴν οἰκίαν ἑπτάκις
52 καὶ ἀφαγνιει̃ τὴν οἰκίαν ἐν τω̨̃ αἵματι του̃ ὀρνιθίου καὶ ἐν τω̨̃ ὕδατι τω̨̃ ζω̃ντι καὶ ἐν τω̨̃ ὀρνιθίω̨ τω̨̃ ζω̃ντι καὶ ἐν τω̨̃ ξύλω̨ τω̨̃ κεδρίνω̨ καὶ ἐν τω̨̃ ὑσσώπω̨ καὶ ἐν τω̨̃ κεκλωσμένω̨ κοκκίνω̨
53 καὶ ἐξαποστελει̃ τὸ ὀρνίθιον τὸ ζω̃ν ἔξω τη̃ς πόλεως εἰς τὸ πεδίον καὶ ἐξιλάσεται περὶ τη̃ς οἰκίας καὶ καθαρὰ ἔσται
54 οὑ̃τος ὁ νόμος κατὰ πα̃σαν ἁφὴν λέπρας καὶ θραύσματος
55 καὶ τη̃ς λέπρας ἱματίου καὶ οἰκίας
56 καὶ οὐλη̃ς καὶ σημασίας καὶ του̃ αὐγάζοντος
57 καὶ του̃ ἐξηγήσασθαι ἡ̨̃ ἡμέρα̨ ἀκάθαρτον καὶ ἡ̨̃ ἡμέρα̨ καθαρισθήσεται οὑ̃τος ὁ νόμος τη̃ς λέπρας
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).