ΛΕΥΙΤΙΚΟΝ,
κεφαλίς 17,
στἰχοι 10-14
10 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν φάγη̨ πα̃ν αἱ̃μα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἱ̃μα καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς |
11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμι̃ν ἐπὶ του̃ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν τὸ γὰρ αἱ̃μα αὐτου̃ ἀντὶ τη̃ς ψυχη̃ς ἐξιλάσεται |
12 διὰ του̃το εἴρηκα τοι̃ς υἱοι̃ς Ισραηλ πα̃σα ψυχὴ ἐξ ὑμω̃ν οὐ φάγεται αἱ̃μα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμι̃ν οὐ φάγεται αἱ̃μα |
13 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν θηρεύση̨ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεει̃ τὸ αἱ̃μα καὶ καλύψει αὐτὸ τη̨̃ γη̨̃ |
14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ εἰ̃πα τοι̃ς υἱοι̃ς Ισραηλ αἱ̃μα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν πα̃ς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.