Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 20

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις ἐάν τις ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ ἀπὸ τω̃ν προσγεγενημένων προσηλύτων ἐν Ισραηλ ὃς ἂν δω̨̃ του̃ σπέρματος αὐτου̃ ἄρχοντι θανάτω̨ θανατούσθω τὸ ἔθνος τὸ ἐπὶ τη̃ς γη̃ς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις
3 καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ ἀπολω̃ αὐτὸν ἐκ του̃ λαου̃ αὐτου̃ ὅτι του̃ σπέρματος αὐτου̃ ἔδωκεν ἄρχοντι ἵνα μιάνη̨ τὰ ἅγιά μου καὶ βεβηλώση̨ τὸ ὄνομα τω̃ν ἡγιασμένων μοι
4 ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τη̃ς γη̃ς τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν ἀπὸ του̃ ἀνθρώπου ἐκείνου ἐν τω̨̃ δου̃ναι αὐτὸν του̃ σπέρματος αὐτου̃ ἄρχοντι του̃ μὴ ἀποκτει̃ναι αὐτόν
5 καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ τὴν συγγένειαν αὐτου̃ καὶ ἀπολω̃ αὐτὸν καὶ πάντας τοὺς ὁμονοου̃ντας αὐτω̨̃ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ του̃ λαου̃ αὐτω̃ν
6 καὶ ψυχή ἣ ἐὰν ἐπακολουθήση̨ ἐγγαστριμύθοις ἢ ἐπαοιδοι̃ς ὥστε ἐκπορνευ̃σαι ὀπίσω αὐτω̃ν ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς
7 καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιος ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
8 καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς
9 ἄνθρωπος ἄνθρωπος ὃς ἂν κακω̃ς εἴπη̨ τὸν πατέρα αὐτου̃ ἢ τὴν μητέρα αὐτου̃ θανάτω̨ θανατούσθω πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ κακω̃ς εἰ̃πεν ἔνοχος ἔσται
10 ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναι̃κα ἀνδρὸς ἢ ὃς ἂν μοιχεύσηται γυναι̃κα του̃ πλησίον θανάτω̨ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη
11 ἐάν τις κοιμηθη̨̃ μετὰ γυναικὸς του̃ πατρὸς αὐτου̃ ἀσχημοσύνην του̃ πατρὸς αὐτου̃ ἀπεκάλυψεν θανάτω̨ θανατούσθωσαν ἀμφότεροι ἔνοχοί εἰσιν
12 καὶ ἐάν τις κοιμηθη̨̃ μετὰ νύμφης αὐτου̃ θανάτω̨ θανατούσθωσαν ἀμφότεροι ἠσεβήκασιν γάρ ἔνοχοί εἰσιν
13 καὶ ὃς ἂν κοιμηθη̨̃ μετὰ ἄρσενος κοίτην γυναικός βδέλυγμα ἐποίησαν ἀμφότεροι θανατούσθωσαν ἔνοχοί εἰσιν
14 ὃς ἐὰν λάβη̨ γυναι̃κα καὶ τὴν μητέρα αὐτη̃ς ἀνόμημά ἐστιν ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμι̃ν
15 καὶ ὃς ἂν δω̨̃ κοιτασίαν αὐτου̃ ἐν τετράποδι θανάτω̨ θανατούσθω καὶ τὸ τετράπουν ἀποκτενει̃τε
16 καὶ γυνή ἥτις προσελεύσεται πρὸς πα̃ν κτη̃νος βιβασθη̃ναι αὐτὴν ὑπ' αὐτου̃ ἀποκτενει̃τε τὴν γυναι̃κα καὶ τὸ κτη̃νος θανάτω̨ θανατούσθωσαν ἔνοχοί εἰσιν
17 ὃς ἐὰν λάβη̨ τὴν ἀδελφὴν αὐτου̃ ἐκ πατρὸς αὐτου̃ ἢ ἐκ μητρὸς αὐτου̃ καὶ ἴδη̨ τὴν ἀσχημοσύνην αὐτη̃ς καὶ αὕτη ἴδη̨ τὴν ἀσχημοσύνην αὐτου̃ ὄνειδός ἐστιν ἐξολεθρευθήσονται ἐνώπιον υἱω̃ν γένους αὐτω̃ν ἀσχημοσύνην ἀδελφη̃ς αὐτου̃ ἀπεκάλυψεν ἁμαρτίαν κομιου̃νται
18 καὶ ἀνήρ ὃς ἂν κοιμηθη̨̃ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψη̨ τὴν ἀσχημοσύνην αὐτη̃ς τὴν πηγὴν αὐτη̃ς ἀπεκάλυψεν καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν του̃ αἵματος αὐτη̃ς ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ του̃ γένους αὐτω̃ν
19 καὶ ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου καὶ ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν ἁμαρτίαν ἀποίσονται
20 ὃς ἂν κοιμηθη̨̃ μετὰ τη̃ς συγγενου̃ς αὐτου̃ ἀσχημοσύνην τη̃ς συγγενείας αὐτου̃ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανου̃νται
21 ὃς ἂν λάβη̨ τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ ἀκαθαρσία ἐστίν ἀσχημοσύνην του̃ ἀδελφου̃ αὐτου̃ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανου̃νται
22 καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά καὶ οὐ μὴ προσοχθίση̨ ὑμι̃ν ἡ γη̃ εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃ κατοικει̃ν ἐπ' αὐτη̃ς
23 καὶ οὐχὶ πορεύεσθε τοι̃ς νομίμοις τω̃ν ἐθνω̃ν οὓς ἐξαποστέλλω ἀφ' ὑμω̃ν ὅτι ταυ̃τα πάντα ἐποίησαν καὶ ἐβδελυξάμην αὐτούς
24 καὶ εἰ̃πα ὑμι̃ν ὑμει̃ς κληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καὶ ἐγὼ δώσω ὑμι̃ν αὐτὴν ἐν κτήσει γη̃ν ῥέουσαν γάλα καὶ μέλι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὃς διώρισα ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐθνω̃ν
25 καὶ ἀφοριει̃τε αὐτοὺς ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν ἀκαθάρτων καὶ ἀνὰ μέσον τω̃ν πετεινω̃ν τω̃ν καθαρω̃ν καὶ τω̃ν ἀκαθάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμω̃ν ἐν τοι̃ς κτήνεσιν καὶ ἐν τοι̃ς πετεινοι̃ς καὶ ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τη̃ς γη̃ς ἃ ἐγὼ ἀφώρισα ὑμι̃ν ἐν ἀκαθαρσία̨
26 καὶ ἔσεσθέ μοι ἅγιοι ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἀφορίσας ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐθνω̃ν εἰ̃ναι ἐμοί
27 καὶ ἀνὴρ ἢ γυνή ὃς ἂν γένηται αὐτω̃ν ἐγγαστρίμυθος ἢ ἐπαοιδός θανάτω̨ θανατούσθωσαν ἀμφότεροι λίθοις λιθοβολήσατε αὐτούς ἔνοχοί εἰσιν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).