1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 ἔντειλαι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φω̃ς καυ̃σαι λύχνον διὰ παντός |
3 ἔξωθεν του̃ καταπετάσματος ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχω̃ς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν |
4 ἐπὶ τη̃ς λυχνίας τη̃ς καθαρα̃ς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί |
5 καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἱ̃ς |
6 καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου |
7 καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τω̨̃ κυρίω̨ |
8 τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τω̃ν υἱω̃ν Ισραηλ διαθήκην αἰώνιον |
9 καὶ ἔσται Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ φάγονται αὐτὰ ἐν τόπω̨ ἁγίω̨ ἔστιν γὰρ ἅγια τω̃ν ἁγίων του̃το αὐτω̨̃ ἀπὸ τω̃ν θυσιαζομένων τω̨̃ κυρίω̨ νόμιμον αἰώνιον |
10 καὶ ἐξη̃λθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὑ̃τος ἠ̃ν υἱὸς Αἰγυπτίου ἐν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐμαχέσαντο ἐν τη̨̃ παρεμβολη̨̃ ὁ ἐκ τη̃ς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης |
11 καὶ ἐπονομάσας ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς Μωυση̃ν καὶ τὸ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τη̃ς φυλη̃ς Δαν |
12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρι̃ναι αὐτὸν διὰ προστάγματος κυρίου |
13 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ λιθοβολήσουσιν αὐτὸν πα̃σα ἡ συναγωγή |
15 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λάλησον καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται |
16 ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτω̨ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πα̃σα συναγωγὴ Ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τω̨̃ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω |
17 καὶ ἄνθρωπος ὃς ἂν πατάξη̨ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω |
18 καὶ ὃς ἂν πατάξη̨ κτη̃νος καὶ ἀποθάνη̨ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχη̃ς |
19 καὶ ἐάν τις δω̨̃ μω̃μον τω̨̃ πλησίον ὡς ἐποίησεν αὐτω̨̃ ὡσαύτως ἀντιποιηθήσεται αὐτω̨̃ |
20 σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δω̨̃ μω̃μον τω̨̃ ἀνθρώπω̨ οὕτως δοθήσεται αὐτω̨̃ |
21 ὃς ἂν πατάξη̨ ἄνθρωπον καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω |
22 δικαίωσις μία ἔσται τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ἐγχωρίω̨ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν |
23 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |