1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς αὐτοι̃ς ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τη̃ς ψυχη̃ς αὐτου̃ τω̨̃ κυρίω̨ |
3 ἔσται ἡ τιμὴ του̃ ἄρσενος ἀπὸ εἰκοσαετου̃ς ἕως ἑξηκονταετου̃ς ἔσται αὐτου̃ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τω̨̃ σταθμω̨̃ τω̨̃ ἁγίω̨ |
4 τη̃ς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα |
5 ἐὰν δὲ ἀπὸ πενταετου̃ς ἕως εἴκοσι ἐτω̃ν ἔσται ἡ τιμὴ του̃ ἄρσενος εἴκοσι δίδραχμα τη̃ς δὲ θηλείας δέκα δίδραχμα |
6 ἀπὸ δὲ μηνιαίου ἕως πενταετου̃ς ἔσται ἡ τιμὴ του̃ ἄρσενος πέντε δίδραχμα ἀργυρίου τη̃ς δὲ θηλείας τρία δίδραχμα |
7 ἐὰν δὲ ἀπὸ ἑξηκονταετω̃ν καὶ ἐπάνω ἐὰν μὲν ἄρσεν ἠ̨̃ ἔσται ἡ τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου ἐὰν δὲ θήλεια δέκα δίδραχμα |
8 ἐὰν δὲ ταπεινὸς ἠ̨̃ τη̨̃ τιμη̨̃ στήσεται ἐναντίον του̃ ἱερέως καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς καθάπερ ἰσχύει ἡ χεὶρ του̃ εὐξαμένου τιμήσεται αὐτὸν ὁ ἱερεύς |
9 ἐὰν δὲ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν προσφερομένων ἀπ' αὐτω̃ν δω̃ρον τω̨̃ κυρίω̨ ὃς ἂν δω̨̃ ἀπὸ τούτων τω̨̃ κυρίω̨ ἔσται ἅγιον |
10 οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρω̨̃ οὐδὲ πονηρὸν καλω̨̃ ἐὰν δὲ ἀλλάσσων ἀλλάξη̨ αὐτὸ κτη̃νος κτήνει ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια |
11 ἐὰν δὲ πα̃ν κτη̃νος ἀκάθαρτον ἀφ' ὡ̃ν οὐ προσφέρεται ἀπ' αὐτω̃ν δω̃ρον τω̨̃ κυρίω̨ στήσει τὸ κτη̃νος ἔναντι του̃ ἱερέως |
12 καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλου̃ καὶ ἀνὰ μέσον πονηρου̃ καὶ καθότι ἂν τιμήσεται ὁ ἱερεύς οὕτως στήσεται |
13 ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτό προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτου̃ |
14 καὶ ἄνθρωπος ὃς ἂν ἁγιάση̨ τὴν οἰκίαν αὐτου̃ ἁγίαν τω̨̃ κυρίω̨ καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλη̃ς καὶ ἀνὰ μέσον πονηρα̃ς ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς οὕτως σταθήσεται |
15 ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρω̃ται τὴν οἰκίαν αὐτου̃ προσθήσει ἐπ' αὐτὸ τὸ ἐπίπεμπτον του̃ ἀργυρίου τη̃ς τιμη̃ς καὶ ἔσται αὐτω̨̃ |
16 ἐὰν δὲ ἀπὸ του̃ ἀγρου̃ τη̃ς κατασχέσεως αὐτου̃ ἁγιάση̨ ἄνθρωπος τω̨̃ κυρίω̨ καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτου̃ κόρου κριθω̃ν πεντήκοντα δίδραχμα ἀργυρίου |
17 ἐὰν δὲ ἀπὸ του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως ἁγιάση̨ τὸν ἀγρὸν αὐτου̃ κατὰ τὴν τιμὴν αὐτου̃ στήσεται |
18 ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάση̨ τὸν ἀγρὸν αὐτου̃ προσλογιει̃ται αὐτω̨̃ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τη̃ς ἀφέσεως καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τη̃ς συντιμήσεως αὐτου̃ |
19 ἐὰν δὲ λυτρω̃ται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτόν προσθήσει τὸ ἐπίπεμπτον του̃ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτου̃ καὶ ἔσται αὐτω̨̃ |
20 ἐὰν δὲ μὴ λυτρω̃ται τὸν ἀγρὸν καὶ ἀποδω̃ται τὸν ἀγρὸν ἀνθρώπω̨ ἑτέρω̨ οὐκέτι μὴ λυτρώσηται αὐτόν |
21 ἀλλ' ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τη̃ς ἀφέσεως ἅγιος τω̨̃ κυρίω̨ ὥσπερ ἡ γη̃ ἡ ἀφωρισμένη τω̨̃ ἱερει̃ ἔσται κατάσχεσις |
22 ἐὰν δὲ ἀπὸ του̃ ἀγρου̃ οὑ̃ κέκτηται ὃς οὐκ ἔστιν ἀπὸ του̃ ἀγρου̃ τη̃ς κατασχέσεως αὐτου̃ ἁγιάση̨ τω̨̃ κυρίω̨ |
23 λογιει̃ται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τη̃ς τιμη̃ς ἐκ του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως καὶ ἀποδώσει τὴν τιμὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἅγιον τω̨̃ κυρίω̨ |
24 καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τη̃ς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τω̨̃ ἀνθρώπω̨ παρ' οὑ̃ κέκτηται αὐτόν οὑ̃ ἠ̃ν ἡ κατάσχεσις τη̃ς γη̃ς |
25 καὶ πα̃σα τιμὴ ἔσται σταθμίοις ἁγίοις εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον |
26 καὶ πα̃ν πρωτότοκον ὃ ἂν γένηται ἐν τοι̃ς κτήνεσίν σου ἔσται τω̨̃ κυρίω̨ καὶ οὐ καθαγιάσει οὐθεὶς αὐτό ἐάν τε μόσχον ἐάν τε πρόβατον τω̨̃ κυρίω̨ ἐστίν |
27 ἐὰν δὲ τω̃ν τετραπόδων τω̃ν ἀκαθάρτων ἀλλάξει κατὰ τὴν τιμὴν αὐτου̃ καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό καὶ ἔσται αὐτω̨̃ ἐὰν δὲ μὴ λυτρω̃ται πραθήσεται κατὰ τὸ τίμημα αὐτου̃ |
28 πα̃ν δὲ ἀνάθεμα ὃ ἐὰν ἀναθη̨̃ ἄνθρωπος τω̨̃ κυρίω̨ ἀπὸ πάντων ὅσα αὐτω̨̃ ἐστιν ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγρου̃ κατασχέσεως αὐτου̃ οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται πα̃ν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τω̨̃ κυρίω̨ |
29 καὶ πα̃ν ὃ ἐὰν ἀνατεθη̨̃ ἀπὸ τω̃ν ἀνθρώπων οὐ λυτρωθήσεται ἀλλὰ θανάτω̨ θανατωθήσεται |
30 πα̃σα δεκάτη τη̃ς γη̃ς ἀπὸ του̃ σπέρματος τη̃ς γη̃ς καὶ του̃ καρπου̃ του̃ ξυλίνου τω̨̃ κυρίω̨ ἐστίν ἅγιον τω̨̃ κυρίω̨ |
31 ἐὰν δὲ λυτρω̃ται λύτρω̨ ἄνθρωπος τὴν δεκάτην αὐτου̃ τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτό καὶ ἔσται αὐτω̨̃ |
32 καὶ πα̃σα δεκάτη βοω̃ν καὶ προβάτων καὶ πα̃ν ὃ ἐὰν ἔλθη̨ ἐν τω̨̃ ἀριθμω̨̃ ὑπὸ τὴν ῥάβδον τὸ δέκατον ἔσται ἅγιον τω̨̃ κυρίω̨ |
33 οὐκ ἀλλάξεις καλὸν πονηρω̨̃ ἐὰν δὲ ἀλλάσσων ἀλλάξη̨ς αὐτό καὶ τὸ ἄλλαγμα αὐτου̃ ἔσται ἅγιον οὐ λυτρωθήσεται |
34 αὑ̃ταί εἰσιν αἱ ἐντολαί ἃς ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ὄρει Σινα |