ΛΕΥΙΤΙΚΟΝ,
κεφαλίς 4,
στἰχοι 22-35
22 ἐὰν δὲ ὁ ἄρχων ἁμάρτη̨ καὶ ποιήση̨ μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου του̃ θεου̃ αὐτω̃ν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτη̨ καὶ πλημμελήση̨ |
23 καὶ γνωσθη̨̃ αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτη̨̃ καὶ προσοίσει τὸ δω̃ρον αὐτου̃ χίμαρον ἐξ αἰγω̃ν ἄρσεν ἄμωμον |
24 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου καὶ σφάξουσιν αὐτὸν ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου ἁμαρτία ἐστίν |
25 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς ἁμαρτίας τω̨̃ δακτύλω̨ ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων καὶ τὸ πα̃ν αἱ̃μα αὐτου̃ ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων |
26 καὶ τὸ πα̃ν στέαρ αὐτου̃ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ἀφεθήσεται αὐτω̨̃ |
27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτη̨ ἀκουσίως ἐκ του̃ λαου̃ τη̃ς γη̃ς ἐν τω̨̃ ποιη̃σαι μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήση̨ |
28 καὶ γνωσθη̨̃ αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτη̨̃ καὶ οἴσει χίμαιραν ἐξ αἰγω̃ν θήλειαν ἄμωμον οἴσει περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν |
29 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ ἁμαρτήματος αὐτου̃ καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τη̃ς ἁμαρτίας ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα |
30 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος αὐτη̃ς τω̨̃ δακτύλω̨ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων καὶ πα̃ν τὸ αἱ̃μα αὐτη̃ς ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου |
31 καὶ πα̃ν τὸ στέαρ περιελει̃ ὃν τρόπον περιαιρει̃ται στέαρ ἀπὸ θυσίας σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίω̨ καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτω̨̃ |
32 ἐὰν δὲ πρόβατον προσενέγκη̨ τὸ δω̃ρον αὐτου̃ εἰς ἁμαρτίαν θη̃λυ ἄμωμον προσοίσει αὐτό |
33 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ τη̃ς ἁμαρτίας καὶ σφάξουσιν αὐτὸ ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα |
34 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς ἁμαρτίας τω̨̃ δακτύλω̨ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως καὶ πα̃ν αὐτου̃ τὸ αἱ̃μα ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως |
35 καὶ πα̃ν αὐτου̃ τὸ στέαρ περιελει̃ ὃν τρόπον περιαιρει̃ται στέαρ προβάτου ἐκ τη̃ς θυσίας του̃ σωτηρίου καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.