Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 6

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
ψυχὴ ἐὰν ἁμάρτη̨ καὶ παριδὼν παρίδη̨ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκη̨ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγη̃ς ἢ ἠδίκησέν τι τὸν πλησίον
ἢ εὑ̃ρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτη̃ς καὶ ὀμόση̨ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὡ̃ν ἐὰν ποιήση̨ ὁ ἄνθρωπος ὥστε ἁμαρτει̃ν ἐν τούτοις
καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτη̨ καὶ πλημμελήση̨ καὶ ἀποδω̨̃ τὸ ἅρπαγμα ὃ ἥρπασεν ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν ἢ τὴν παραθήκην ἥτις παρετέθη αὐτω̨̃ ἢ τὴν ἀπώλειαν ἣν εὑ̃ρεν
ἀπὸ παντὸς πράγματος οὑ̃ ὤμοσεν περὶ αὐτου̃ ἀδίκως καὶ ἀποτείσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ πέμπτον προσθήσει ἐπ' αὐτό τίνος ἐστίν αὐτω̨̃ ἀποδώσει ἡ̨̃ ἡμέρα̨ ἐλεγχθη̨̃
καὶ τη̃ς πλημμελείας αὐτου̃ οἴσει τω̨̃ κυρίω̨ κριὸν ἀπὸ τω̃ν προβάτων ἄμωμον τιμη̃ς εἰς ὃ ἐπλημμέλησεν αὐτω̨̃
καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ἀφεθήσεται αὐτω̨̃ περὶ ἑνὸς ἀπὸ πάντων ὡ̃ν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτω̨̃
καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
ἔντειλαι Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὑ̃τος ὁ νόμος τη̃ς ὁλοκαυτώσεως αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τη̃ς καύσεως αὐτη̃ς ἐπὶ του̃ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ τὸ πυ̃ρ του̃ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτου̃ οὐ σβεσθήσεται
10 καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτω̃να λινου̃ν καὶ περισκελὲς λινου̃ν ἐνδύσεται περὶ τὸ σω̃μα αὐτου̃ καὶ ἀφελει̃ τὴν κατακάρπωσιν ἣν ἂν καταναλώση̨ τὸ πυ̃ρ τὴν ὁλοκαύτωσιν ἀπὸ του̃ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον του̃ θυσιαστηρίου
11 καὶ ἐκδύσεται τὴν στολὴν αὐτου̃ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τη̃ς παρεμβολη̃ς εἰς τόπον καθαρόν
12 καὶ πυ̃ρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ' αὐτου̃ καὶ οὐ σβεσθήσεται καὶ καύσει ὁ ἱερεὺς ἐπ' αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ' αὐτου̃ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ' αὐτὸ τὸ στέαρ του̃ σωτηρίου
13 καὶ πυ̃ρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον οὐ σβεσθήσεται
14 οὑ̃τος ὁ νόμος τη̃ς θυσίας ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι του̃ θυσιαστηρίου
15 καὶ ἀφελει̃ ἀπ' αὐτου̃ τη̨̃ δρακὶ ἀπὸ τη̃ς σεμιδάλεως τη̃ς θυσίας σὺν τω̨̃ ἐλαίω̨ αὐτη̃ς καὶ σὺν τω̨̃ λιβάνω̨ αὐτη̃ς τὰ ὄντα ἐπὶ τη̃ς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τὸ μνημόσυνον αὐτη̃ς τω̨̃ κυρίω̨
16 τὸ δὲ καταλειφθὲν ἀπ' αὐτη̃ς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἄζυμα βρωθήσεται ἐν τόπω̨ ἁγίω̨ ἐν αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔδονται αὐτήν
17 οὐ πεφθήσεται ἐζυμωμένη μερίδα αὐτὴν ἔδωκα αὐτοι̃ς ἀπὸ τω̃ν καρπωμάτων κυρίου ἅγια ἁγίων ὥσπερ τὸ τη̃ς ἁμαρτίας καὶ ὥσπερ τὸ τη̃ς πλημμελείας
18 πα̃ν ἀρσενικὸν τω̃ν ἱερέων ἔδονται αὐτήν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἀπὸ τω̃ν καρπωμάτων κυρίου πα̃ς ὃς ἐὰν ἅψηται αὐτω̃ν ἁγιασθήσεται
19 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
20 του̃το τὸ δω̃ρον Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ὃ προσοίσουσιν κυρίω̨ ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἂν χρίση̨ς αὐτόν τὸ δέκατον του̃ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός τὸ ἥμισυ αὐτη̃ς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτη̃ς τὸ δειλινόν
21 ἐπὶ τηγάνου ἐν ἐλαίω̨ ποιηθήσεται πεφυραμένην οἴσει αὐτήν ἑλικτά θυσίαν ἐκ κλασμάτων θυσίαν ὀσμὴν εὐωδίας κυρίω̨
22 ὁ ἱερεὺς ὁ χριστὸς ἀντ' αὐτου̃ ἐκ τω̃ν υἱω̃ν αὐτου̃ ποιήσει αὐτήν νόμος αἰώνιος ἅπαν ἐπιτελεσθήσεται
23 καὶ πα̃σα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται
24 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
25 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὑ̃τος ὁ νόμος τη̃ς ἁμαρτίας ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὰ περὶ τη̃ς ἁμαρτίας ἔναντι κυρίου ἅγια ἁγίων ἐστίν
26 ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν ἐν τόπω̨ ἁγίω̨ βρωθήσεται ἐν αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
27 πα̃ς ὁ ἁπτόμενος τω̃ν κρεω̃ν αὐτη̃ς ἁγιασθήσεται καὶ ὡ̨̃ ἐὰν ἐπιρραντισθη̨̃ ἀπὸ του̃ αἵματος αὐτη̃ς ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθη̨̃ ἐπ' αὐτὸ πλυθήσεται ἐν τόπω̨ ἁγίω̨
28 καὶ σκευ̃ος ὀστράκινον οὑ̃ ἐὰν ἑψηθη̨̃ ἐν αὐτω̨̃ συντριβήσεται ἐὰν δὲ ἐν σκεύει χαλκω̨̃ ἑψηθη̨̃ ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι
29 πα̃ς ἄρσην ἐν τοι̃ς ἱερευ̃σιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶν κυρίου
30 καὶ πάντα τὰ περὶ τη̃ς ἁμαρτίας ὡ̃ν ἐὰν εἰσενεχθη̨̃ ἀπὸ του̃ αἵματος αὐτω̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἐξιλάσασθαι ἐν τω̨̃ ἁγίω̨ οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται
Читать далее:ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 7
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).