ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 16,
στἰχοι 19-31
19 ἄνθρωπος δέ τις ἠ̃ν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρω̃ς |
20 πτωχòς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρòς τòν πυλω̃να αὐτου̃ εἱλκωμένος |
21 καὶ ἐπιθυμω̃ν χορτασθη̃ναι ἀπò τω̃ν πιπτόντων ἀπò τη̃ς τραπέζης του̃ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτου̃ |
22 ἐγένετο δὲ ἀποθανει̃ν τòν πτωχòν καὶ ἀπενεχθη̃ναι αὐτòν ὑπò τω̃ν ἀγγέλων εἰς τòν κόλπον ’Αβραάμ ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη |
23 καὶ ἐν τω̨̃ ἅ̨δη̨ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ ὑπάρχων ἐν βασάνοις ὁρα̨̃ ’Αβραὰμ ἀπò μακρόθεν καὶ Λάζαρον ἐν τοι̃ς κόλποις αὐτου̃ |
24 καὶ αὐτòς φωνήσας εἰ̃πεν πάτερ ’Αβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψη̨ τò ἄκρον του̃ δακτύλου αὐτου̃ ὕδατος καὶ καταψύξη̨ τὴν γλω̃σσάν μου ὅτι ὀδυνω̃μαι ἐν τη̨̃ φλογὶ ταύτη̨ |
25 εἰ̃πεν δὲ ’Αβραάμ τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τη̨̃ ζωη̨̃ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά νυ̃ν δὲ ὡ̃δε παρακαλει̃ται σὺ δὲ ὀδυνα̃σαι |
26 καὶ ἐν πα̃σι τούτοις μεταξὺ ἡμω̃ν καὶ ὑμω̃ν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβη̃ναι ἔνθεν πρòς ὑμα̃ς μὴ δύνωνται μηδὲ ἐκει̃θεν πρòς ἡμα̃ς διαπερω̃σιν |
27 εἰ̃πεν δέ ἐρωτω̃ σε οὐ̃ν πάτερ ἵνα πέμψη̨ς αὐτòν εἰς τòν οἰ̃κον του̃ πατρός μου |
28 ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοι̃ς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τòν τόπον του̃τον τη̃ς βασάνου |
29 λέγει δὲ ’Αβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτω̃ν |
30 ὁ δὲ εἰ̃πεν οὐχί πάτερ ’Αβραάμ ἀλλ' ἐάν τις ἀπò νεκρω̃ν πορευθη̨̃ πρòς αὐτοὺς μετανοήσουσιν |
31 εἰ̃πεν δὲ αὐτω̨̃ εἰ Μωϋσέως καὶ τω̃ν προφητω̃ν οὐκ ἀκούουσιν οὐδ' ἐάν τις ἐκ νεκρω̃ν ἀναστη̨̃ πεισθήσονται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.