ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 17,
στἰχοι 26-37
26 καὶ καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Νω̃ε οὕτως ἔσται καὶ ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ του̃ ἀνθρώπου |
27 ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἡ̃ς ἡμέρας εἰση̃λθεν Νω̃ε εἰς τὴν κιβωτόν καὶ ἠ̃λθεν ὁ κατακλυσμòς καὶ ἀπώλεσεν πάντας |
28 ὁμοίως καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ὠ̨κοδόμουν |
29 ἡ̨̃ δὲ ἡμέρα̨ ἐξη̃λθεν Λὼτ ἀπò Σοδόμων ἔβρεξεν πυ̃ρ καὶ θει̃ον ἀπ' οὐρανου̃ καὶ ἀπώλεσεν πάντας |
30 κατὰ τὰ αὐτὰ ἔσται ἡ̨̃ ἡμέρα̨ ὁ υἱòς του̃ ἀνθρώπου ἀποκαλύπτεται |
31 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὃς ἔσται ἐπὶ του̃ δώματος καὶ τὰ σκεύη αὐτου̃ ἐν τη̨̃ οἰκία̨ μὴ καταβάτω ἀ̃ραι αὐτά καὶ ὁ ἐν ἀγρω̨̃ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω |
32 μνημονεύετε τη̃ς γυναικòς Λώτ |
33 ὃς ἐὰν ζητήση̨ τὴν ψυχὴν αὐτου̃ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ ζω̨ογονήσει αὐτήν |
34 λέγω ὑμι̃ν ταύτη̨ τη̨̃ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μια̃ς ὁ εἱ̃ς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται |
35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τò αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται |
|
37 καὶ ἀποκριθέντες λέγουσιν αὐτω̨̃ που̃ κύριε ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ὅπου τò σω̃μα ἐκει̃ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.