Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 18,  στἰχοι 35-43

35 ἐγένετο δὲ ἐν τω̨̃ ἐγγίζειν αὐτòν εἰς ’Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδòν ἐπαιτω̃ν
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη του̃το
37 ἀπήγγειλαν δὲ αὐτω̨̃ ὅτι ’Ιησου̃ς ὁ Ναζωραι̃ος παρέρχεται
38 καὶ ἐβόησεν λέγων ’Ιησου̃ υἱὲ Δαυίδ ἐλέησόν με
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτω̨̃ ἵνα σιγήση̨ αὐτòς δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
40 σταθεὶς δὲ ὁ ’Ιησου̃ς ἐκέλευσεν αὐτòν ἀχθη̃ναι πρòς αὐτόν ἐγγίσαντος δὲ αὐτου̃ ἐπηρώτησεν αὐτόν
41 τί σοι θέλεις ποιήσω ὁ δὲ εἰ̃πεν κύριε ἵνα ἀναβλέψω
42 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε
43 καὶ παραχρη̃μα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ δοξάζων τòν θεόν καὶ πα̃ς ὁ λαòς ἰδὼν ἔδωκεν αἰ̃νον τω̨̃ θεω̨̃

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 19,  στἰχοι 1-28

καὶ εἰσελθὼν διήρχετο τὴν ’Ιεριχώ
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαι̃ος καὶ αὐτòς ἠ̃ν ἀρχιτελώνης καὶ αὐτòς πλούσιος
καὶ ἐζήτει ἰδει̃ν τòν ’Ιησου̃ν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπò του̃ ὄχλου ὅτι τη̨̃ ἡλικία̨ μικρòς ἠ̃ν
καὶ προδραμὼν εἰς τò ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδη̨ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι
καὶ ὡς ἠ̃λθεν ἐπὶ τòν τόπον ἀναβλέψας ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Ζακχαι̃ε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τω̨̃ οἴκω̨ σου δει̃ με μει̃ναι
καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτòν χαίρων
καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλω̨̃ ἀνδρὶ εἰση̃λθεν καταλυ̃σαι
σταθεὶς δὲ Ζακχαι̃ος εἰ̃πεν πρòς τòν κύριον ἰδοὺ τὰ ἡμίσιά μου τω̃ν ὑπαρχόντων κύριε τοι̃ς πτωχοι̃ς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλου̃ν
εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς ὅτι σήμερον σωτηρία τω̨̃ οἴκω̨ τούτω̨ ἐγένετο καθότι καὶ αὐτòς υἱòς ’Αβραάμ ἐστιν
10 ἠ̃λθεν γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ζητη̃σαι καὶ σω̃σαι τò ἀπολωλός
11 ἀκουόντων δὲ αὐτω̃ν ταυ̃τα προσθεὶς εἰ̃πεν παραβολὴν διὰ τò ἐγγὺς εἰ̃ναι ’Ιερουσαλὴμ αὐτòν καὶ δοκει̃ν αὐτοὺς ὅτι παραχρη̃μα μέλλει ἡ βασιλεία του̃ θεου̃ ἀναφαίνεσθαι
12 εἰ̃πεν οὐ̃ν ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβει̃ν ἑαυτω̨̃ βασιλείαν καὶ ὑποστρέψαι
13 καλέσας δὲ δέκα δούλους ἑαυτου̃ ἔδωκεν αὐτοι̃ς δέκα μνα̃ς καὶ εἰ̃πεν πρòς αὐτούς πραγματεύσασθε ἐν ὡ̨̃ ἔρχομαι
14 οἱ δὲ πολι̃ται αὐτου̃ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτου̃ λέγοντες οὐ θέλομεν του̃τον βασιλευ̃σαι ἐφ' ἡμα̃ς
15 καὶ ἐγένετο ἐν τω̨̃ ἐπανελθει̃ν αὐτòν λαβόντα τὴν βασιλείαν καὶ εἰ̃πεν φωνηθη̃ναι αὐτω̨̃ τοὺς δούλους τούτους οἱ̃ς δεδώκει τò ἀργύριον ἵνα γνοι̃ τί διεπραγματεύσαντο
16 παρεγένετο δὲ ὁ πρω̃τος λέγων κύριε ἡ μνα̃ σου δέκα προσηργάσατο μνα̃ς
17 καὶ εἰ̃πεν αὐτω̨̃ εὐ̃γε ἀγαθὲ δου̃λε ὅτι ἐν ἐλαχίστω̨ πιστòς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
18 καὶ ἠ̃λθεν ὁ δεύτερος λέγων ἡ μνα̃ σου κύριε ἐποίησεν πέντε μνα̃ς
19 εἰ̃πεν δὲ καὶ τούτω̨ καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων
20 καὶ ὁ ἕτερος ἠ̃λθεν λέγων κύριε ἰδοὺ ἡ μνα̃ σου ἣν εἰ̃χον ἀποκειμένην ἐν σουδαρίω̨
21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρòς εἰ̃ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας
22 λέγει αὐτω̨̃ ἐκ του̃ στόματός σου κρίνω σε πονηρὲ δου̃λε ἤ̨δεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα
23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τò ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκω̨ ἂν αὐτò ἔπραξα
24 καὶ τοι̃ς παρεστω̃σιν εἰ̃πεν ἄρατε ἀπ' αὐτου̃ τὴν μνα̃ν καὶ δότε τω̨̃ τὰς δέκα μνα̃ς ἔχοντι
25 καὶ εἰ̃παν αὐτω̨̃ κύριε ἔχει δέκα μνα̃ς
26 λέγω ὑμι̃ν ὅτι παντὶ τω̨̃ ἔχοντι δοθήσεται ἀπò δὲ του̃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται
27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλευ̃σαι ἐπ' αὐτοὺς ἀγάγετε ὡ̃δε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου
28 καὶ εἰπὼν ταυ̃τα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ‘Ιεροσόλυμα
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).