Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 19,  στἰχοι 28-48

28 καὶ εἰπὼν ταυ̃τα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ‘Ιεροσόλυμα
29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανίαν πρòς τò ὄρος τò καλούμενον ἐλαιω̃ν ἀπέστειλεν δύο τω̃ν μαθητω̃ν
30 λέγων ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ἡ̨̃ εἰσπορευόμενοι εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτòν ἀγάγετε
31 καὶ ἐάν τις ὑμα̃ς ἐρωτα̨̃ διὰ τί λύετε οὕτως ἐρει̃τε ὅτι ὁ κύριος αὐτου̃ χρείαν ἔχει
32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὑ̃ρον καθὼς εἰ̃πεν αὐτοι̃ς
33 λυόντων δὲ αὐτω̃ν τòν πω̃λον εἰ̃παν οἱ κύριοι αὐτου̃ πρòς αὐτούς τί λύετε τòν πω̃λον
34 οἱ δὲ εἰ̃παν ὅτι ὁ κύριος αὐτου̃ χρείαν ἔχει
35 καὶ ἤγαγον αὐτòν πρòς τòν ’Ιησου̃ν καὶ ἐπιρίψαντες αὐτω̃ν τὰ ἱμάτια ἐπὶ τòν πω̃λον ἐπεβίβασαν τòν ’Ιησου̃ν
36 πορευομένου δὲ αὐτου̃ ὑπεστρώννυον τὰ ἱμάτια αὐτω̃ν ἐν τη̨̃ ὁδω̨̃
37 ἐγγίζοντος δὲ αὐτου̃ ἤδη πρòς τη̨̃ καταβάσει του̃ ὄρους τω̃ν ἐλαιω̃ν ἤρξαντο ἅπαν τò πλη̃θος τω̃ν μαθητω̃ν χαίροντες αἰνει̃ν τòν θεòν φωνη̨̃ μεγάλη̨ περὶ πασω̃ν ὡ̃ν εἰ̃δον δυνάμεων
38 λέγοντες εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου ἐν οὐρανω̨̃ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις
39 καί τινες τω̃ν Φαρισαίων ἀπò του̃ ὄχλου εἰ̃παν πρòς αὐτόν διδάσκαλε ἐπιτίμησον τοι̃ς μαθηται̃ς σου
40 καὶ ἀποκριθεὶς εἰ̃πεν λέγω ὑμι̃ν ἐὰν οὑ̃τοι σιωπήσουσιν οἱ λίθοι κράξουσιν
41 καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν
42 λέγων ὅτι εἰ ἔγνως ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ σὺ τὰ πρòς εἰρήνην νυ̃ν δὲ ἐκρύβη ἀπò ὀφθαλμω̃ν σου
43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλου̃σιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
44 καὶ ἐδαφιου̃σίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί ἀνθ' ὡ̃ν οὐκ ἔγνως τòν καιρòν τη̃ς ἐπισκοπη̃ς σου
45 καὶ εἰσελθὼν εἰς τò ἱερòν ἤρξατο ἐκβάλλειν τοὺς πωλου̃ντας
46 λέγων αὐτοι̃ς γέγραπται καὶ ἔσται ὁ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς ὑμει̃ς δὲ αὐτòν ἐποιήσατε σπήλαιον λη̨στω̃ν
47 καὶ ἠ̃ν διδάσκων τò καθ' ἡμέραν ἐν τω̨̃ ἱερω̨̃ οἱ δὲ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς ἐζήτουν αὐτòν ἀπολέσαι καὶ οἱ πρω̃τοι του̃ λαου̃
48 καὶ οὐχ εὕρισκον τò τί ποιήσωσιν ὁ λαòς γὰρ ἅπας ἐξεκρέματο αὐτου̃ ἀκούων

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 20

1 καὶ ἐγένετο ἐν μια̨̃ τω̃ν ἡμερω̃ν διδάσκοντος αὐτου̃ τòν λαòν ἐν τω̨̃ ἱερω̨̃ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς σὺν τοι̃ς πρεσβυτέροις
2 καὶ εἰ̃παν λέγοντες πρòς αὐτόν εἰπòν ἡμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην
3 ἀποκριθεὶς δὲ εἰ̃πεν πρòς αὐτούς ἐρωτήσω ὑμα̃ς κἀγὼ λόγον καὶ εἴπατέ μοι
4 τò βάπτισμα ’Ιωάννου ἐξ οὐρανου̃ ἠ̃ν ἢ ἐξ ἀνθρώπων
5 οἱ δὲ συνελογίσαντο πρòς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ διὰ τί οὐκ ἐπιστεύσατε αὐτω̨̃
6 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων ὁ λαòς ἅπας καταλιθάσει ἡμα̃ς πεπεισμένος γάρ ἐστιν ’Ιωάννην προφήτην εἰ̃ναι
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
8 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃
9 ἤρξατο δὲ πρòς τòν λαòν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελω̃να καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
10 καὶ καιρω̨̃ ἀπέστειλεν πρòς τοὺς γεωργοὺς δου̃λον ἵνα ἀπò του̃ καρπου̃ του̃ ἀμπελω̃νος δώσουσιν αὐτω̨̃ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτòν δείραντες κενόν
11 καὶ προσέθετο ἕτερον πέμψαι δου̃λον οἱ δὲ κἀκει̃νον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
12 καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ του̃τον τραυματίσαντες ἐξέβαλον
13 εἰ̃πεν δὲ ὁ κύριος του̃ ἀμπελω̃νος τί ποιήσω πέμψω τòν υἱόν μου τòν ἀγαπητόν ἴσως του̃τον ἐντραπήσονται
14 ἰδόντες δὲ αὐτòν οἱ γεωργοὶ διελογίζοντο πρòς ἀλλήλους λέγοντες οὑ̃τός ἐστιν ὁ κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμω̃ν γένηται ἡ κληρονομία
15 καὶ ἐκβαλόντες αὐτòν ἔξω του̃ ἀμπελω̃νος ἀπέκτειναν τί οὐ̃ν ποιήσει αὐτοι̃ς ὁ κύριος του̃ ἀμπελω̃νος
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τòν ἀμπελω̃να ἄλλοις ἀκούσαντες δὲ εἰ̃παν μὴ γένοιτο
17 ὁ δὲ ἐμβλέψας αὐτοι̃ς εἰ̃πεν τί οὐ̃ν ἐστιν τò γεγραμμένον του̃το λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας
18 πα̃ς ὁ πεσὼν ἐπ' ἐκει̃νον τòν λίθον συνθλασθήσεται ἐφ' ὃν δ' ἂν πέση̨ λικμήσει αὐτόν
19 καὶ ἐζήτησαν οἱ γραμματει̃ς καὶ οἱ ἀρχιερει̃ς ἐπιβαλει̃ν ἐπ' αὐτòν τὰς χει̃ρας ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ καὶ ἐφοβήθησαν τòν λαόν ἔγνωσαν γὰρ ὅτι πρòς αὐτοὺς εἰ̃πεν τὴν παραβολὴν ταύτην
20 καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἰ̃ναι ἵνα ἐπιλάβωνται αὐτου̃ λόγου ὥστε παραδου̃ναι αὐτòν τη̨̃ ἀρχη̨̃ καὶ τη̨̃ ἐξουσία̨ του̃ ἡγεμόνος
21 καὶ ἐπηρώτησαν αὐτòν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθω̃ς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδòν του̃ θεου̃ διδάσκεις
22 ἔξεστιν ἡμα̃ς Καίσαρι φόρον δου̃ναι ἢ οὔ
23 κατανοήσας δὲ αὐτω̃ν τὴν πανουργίαν εἰ̃πεν πρòς αὐτούς
24 δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν οἱ δὲ εἰ̃παν Καίσαρος
25 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτου̃ ῥήματος ἐναντίον του̃ λαου̃ καὶ θαυμάσαντες ἐπὶ τη̨̃ ἀποκρίσει αὐτου̃ ἐσίγησαν
27 προσελθόντες δέ τινες τω̃ν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἰ̃ναι ἐπηρώτησαν αὐτòν
28 λέγοντες διδάσκαλε Μωϋση̃ς ἔγραψεν ἡμι̃ν ἐάν τινος ἀδελφòς ἀποθάνη̨ ἔχων γυναι̃κα καὶ οὑ̃τος ἄτεκνος ἠ̨̃ ἵνα λάβη̨ ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα καὶ ἐξαναστήση̨ σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃
29 ἑπτὰ οὐ̃ν ἀδελφοὶ ἠ̃σαν καὶ ὁ πρω̃τος λαβὼν γυναι̃κα ἀπέθανεν ἄτεκνος
30 καὶ ὁ δεύτερος
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν
33 ἡ γυνὴ οὐ̃ν ἐν τη̨̃ ἀναστάσει τίνος αὐτω̃ν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναι̃κα
34 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς οἱ υἱοὶ του̃ αἰω̃νος τούτου γαμου̃σιν καὶ γαμίσκονται
35 οἱ δὲ καταξιωθέντες του̃ αἰω̃νος ἐκείνου τυχει̃ν καὶ τη̃ς ἀναστάσεως τη̃ς ἐκ νεκρω̃ν οὔτε γαμου̃σιν οὔτε γαμίζονται
36 οὐδὲ γὰρ ἀποθανει̃ν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεου̃ τη̃ς ἀναστάσεως υἱοὶ ὄντες
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋση̃ς ἐμήνυσεν ἐπὶ τη̃ς βάτου ὡς λέγει κύριον τòν θεòν ’Αβραὰμ καὶ θεòν ’Ισαὰκ καὶ θεòν ’Ιακώβ
38 θεòς δὲ οὐκ ἔστιν νεκρω̃ν ἀλλὰ ζώντων πάντες γὰρ αὐτω̨̃ ζω̃σιν
39 ἀποκριθέντες δέ τινες τω̃ν γραμματέων εἰ̃παν διδάσκαλε καλω̃ς εἰ̃πας
40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτα̃ν αὐτòν οὐδέν
41 εἰ̃πεν δὲ πρòς αὐτούς πω̃ς λέγουσιν τòν Χριστòν εἰ̃ναι Δαυὶδ υἱόν
42 αὐτòς γὰρ Δαυὶδ λέγει ἐν βίβλω̨ ψαλμω̃ν εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου
43 ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου
44 Δαυὶδ οὐ̃ν κύριον αὐτòν καλει̃ καὶ πω̃ς αὐτου̃ υἱός ἐστιν
45 ἀκούοντος δὲ παντòς του̃ λαου̃ εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃
46 προσέχετε ἀπò τω̃ν γραμματέων τω̃ν θελόντων περιπατει̃ν ἐν στολαι̃ς καὶ φιλούντων ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς καὶ πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς καὶ πρωτοκλισίας ἐν τοι̃ς δείπνοις
47 οἳ κατεσθίουσιν τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσεύχονται οὑ̃τοι λήμψονται περισσότερον κρίμα

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 21

1 ἀναβλέψας δὲ εἰ̃δεν τοὺς βάλλοντας εἰς τò γαζοφυλάκιον τὰ δω̃ρα αὐτω̃ν πλουσίους
2 εἰ̃δεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκει̃ λεπτὰ δύο
3 καὶ εἰ̃πεν ἀληθω̃ς λέγω ὑμι̃ν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλει̃ον πάντων ἔβαλεν
4 πάντες γὰρ οὑ̃τοι ἐκ του̃ περισσεύοντος αὐτοι̃ς ἔβαλον εἰς τὰ δω̃ρα αὕτη δὲ ἐκ του̃ ὑστερήματος αὐτη̃ς πάντα τòν βίον ὃν εἰ̃χεν ἔβαλεν
5 καί τινων λεγόντων περὶ του̃ ἱερου̃ ὅτι λίθοις καλοι̃ς καὶ ἀναθήμασιν κεκόσμηται εἰ̃πεν
6 ταυ̃τα ἃ θεωρει̃τε ἐλεύσονται ἡμέραι ἐν αἱ̃ς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθω̨ ὃς οὐ καταλυθήσεται
7 ἐπηρώτησαν δὲ αὐτòν λέγοντες διδάσκαλε πότε οὐ̃ν ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον ὅταν μέλλη̨ ταυ̃τα γίνεσθαι
8 ὁ δὲ εἰ̃πεν βλέπετε μὴ πλανηθη̃τε πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ἐγώ εἰμι καί ὁ καιρòς ἤγγικεν μὴ πορευθη̃τε ὀπίσω αὐτω̃ν
9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας μὴ πτοηθη̃τε δει̃ γὰρ ταυ̃τα γενέσθαι πρω̃τον ἀλλ' οὐκ εὐθέως τò τέλος
10 τότε ἔλεγεν αὐτοι̃ς ἐγερθήσεται ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν
11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται φόβητρά τε καὶ ἀπ' οὐρανου̃ σημει̃α μεγάλα ἔσται
12 πρò δὲ τούτων πάντων ἐπιβαλου̃σιν ἐφ' ὑμα̃ς τὰς χει̃ρας αὐτω̃ν καὶ διώξουσιν παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς ἀπαγομένους ἐπὶ βασιλει̃ς καὶ ἡγεμόνας ἕνεκεν του̃ ὀνόματός μου
13 ἀποβήσεται ὑμι̃ν εἰς μαρτύριον
14 θέτε οὐ̃ν ἐν ται̃ς καρδίαις ὑμω̃ν μὴ προμελετα̃ν ἀπολογηθη̃ναι
15 ἐγὼ γὰρ δώσω ὑμι̃ν στόμα καὶ σοφίαν ἡ̨̃ οὐ δυνήσονται ἀντιστη̃ναι ἢ ἀντειπει̃ν ἅπαντες οἱ ἀντικείμενοι ὑμι̃ν
16 παραδοθήσεσθε δὲ καὶ ὑπò γονέων καὶ ἀδελφω̃ν καὶ συγγενω̃ν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμω̃ν
17 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου
18 καὶ θρὶξ ἐκ τη̃ς κεφαλη̃ς ὑμω̃ν οὐ μὴ ἀπόληται
19 ἐν τη̨̃ ὑπομονη̨̃ ὑμω̃ν κτήσασθε τὰς ψυχὰς ὑμω̃ν
20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπò στρατοπέδων ’Ιερουσαλήμ τότε γνω̃τε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτη̃ς
21 τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσω̨ αὐτη̃ς ἐκχωρείτωσαν καὶ οἱ ἐν ται̃ς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν
22 ὅτι ἡμέραι ἐκδικήσεως αὑ̃ταί εἰσιν του̃ πλησθη̃ναι πάντα τὰ γεγραμμένα
23 οὐαὶ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τη̃ς γη̃ς καὶ ὀργὴ τω̨̃ λαω̨̃ τούτω̨
24 καὶ πεσου̃νται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσοντα εἰς τὰ ἔθνη πάντα καὶ ’Ιερουσαλὴμ ἔσται πατουμένη ὑπò ἐθνω̃ν ἄχρι οὑ̃ πληρωθω̃σιν καιροὶ ἐθνω̃ν
25 καὶ ἔσονται σημει̃α ἐν ἡλίω̨ καὶ σελήνη̨ καὶ ἄστροις καὶ ἐπὶ τη̃ς γη̃ς συνοχὴ ἐθνω̃ν ἐν ἀπορία̨ ἤχους θαλάσσης καὶ σάλου
26 ἀποψυχόντων ἀνθρώπων ἀπò φόβου καὶ προσδοκίας τω̃ν ἐπερχομένων τη̨̃ οἰκουμένη̨ αἱ γὰρ δυνάμεις τω̃ν οὐρανω̃ν σαλευθήσονται
27 καὶ τότε ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλη̨ μετὰ δυνάμεως καὶ δόξης πολλη̃ς
28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμω̃ν διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμω̃ν
29 καὶ εἰ̃πεν παραβολὴν αὐτοι̃ς ἴδετε τὴν συκη̃ν καὶ πάντα τὰ δένδρα
30 ὅταν προβάλωσιν ἤδη βλέποντες ἀφ' ἑαυτω̃ν γινώσκετε ὅτι ἤδη ἐγγὺς τò θέρος ἐστίν
31 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε ταυ̃τα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία του̃ θεου̃
32 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται
33 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται
34 προσέχετε δὲ ἑαυτοι̃ς μήποτε βαρηθω̃σιν ὑμω̃ν αἱ καρδίαι ἐν κραιπάλη̨ καὶ μέθη̨ καὶ μερίμναις βιωτικαι̃ς καὶ ἐπιστη̨̃ ἐφ' ὑμα̃ς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
35 ὡς παγὶς ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς
36 ἀγρυπνει̃τε δὲ ἐν παντὶ καιρω̨̃ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγει̃ν ταυ̃τα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθη̃ναι ἔμπροσθεν του̃ υἱου̃ του̃ ἀνθρώπου
37 ἠ̃ν δὲ τὰς ἡμέρας ἐν τω̨̃ ἱερω̨̃ διδάσκων τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τò ὄρος τò καλούμενον ἐλαιω̃ν
38 καὶ πα̃ς ὁ λαòς ὤρθριζεν πρòς αὐτòν ἐν τω̨̃ ἱερω̨̃ ἀκούειν αὐτου̃

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 22

1 ἤγγιζεν δὲ ἡ ἑορτὴ τω̃ν ἀζύμων ἡ λεγομένη πάσχα
2 καὶ ἐζήτουν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς τò πω̃ς ἀνέλωσιν αὐτόν ἐφοβου̃ντο γὰρ τòν λαόν
3 εἰση̃λθεν δὲ Σατανα̃ς εἰς ’Ιούδαν τòν καλούμενον ’Ισκαριώτην ὄντα ἐκ του̃ ἀριθμου̃ τω̃ν δώδεκα
4 καὶ ἀπελθὼν συνελάλησεν τοι̃ς ἀρχιερευ̃σιν καὶ στρατηγοι̃ς τò πω̃ς αὐτοι̃ς παραδω̨̃ αὐτόν
5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτω̨̃ ἀργύριον δου̃ναι
6 καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν του̃ παραδου̃ναι αὐτòν ἄτερ ὄχλου αὐτοι̃ς
7 ἠ̃λθεν δὲ ἡ ἡμέρα τω̃ν ἀζύμων ἐν ἡ̨̃ ἔδει θύεσθαι τò πάσχα
8 καὶ ἀπέστειλεν πέτρον καὶ ’Ιωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμι̃ν τò πάσχα ἵνα φάγωμεν
9 οἱ δὲ εἰ̃παν αὐτω̨̃ που̃ θέλεις ἑτοιμάσωμεν
10 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ εἰσελθόντων ὑμω̃ν εἰς τὴν πόλιν συναντήσει ὑμι̃ν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτω̨̃ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται
11 καὶ ἐρει̃τε τω̨̃ οἰκοδεσπότη̨ τη̃ς οἰκίας λέγει σοι ὁ διδάσκαλος που̃ ἐστιν τò κατάλυμα ὅπου τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου φάγω
12 κἀκει̃νος ὑμι̃ν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκει̃ ἑτοιμάσατε
13 ἀπελθόντες δὲ εὑ̃ρον καθὼς εἰρήκει αὐτοι̃ς καὶ ἡτοίμασαν τò πάσχα
14 καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτω̨̃
15 καὶ εἰ̃πεν πρòς αὐτούς ἐπιθυμία̨ ἐπεθύμησα του̃το τò πάσχα φαγει̃ν μεθ' ὑμω̃ν πρò του̃ με παθει̃ν
16 λέγω γὰρ ὑμι̃ν ὅτι οὐ μὴ φάγω αὐτò ἕως ὅτου πληρωθη̨̃ ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃
17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἰ̃πεν λάβετε του̃το καὶ διαμερίσατε εἰς ἑαυτούς
18 λέγω γὰρ ὑμι̃ν ὅτι οὐ μὴ πίω ἀπò του̃ νυ̃ν ἀπò του̃ γενήματος τη̃ς ἀμπέλου ἕως οὑ̃ ἡ βασιλεία του̃ θεου̃ ἔλθη̨
19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοι̃ς λέγων του̃τό ἐστιν τò σω̃μά μου τò ὑπὲρ ὑμω̃ν διδόμενον του̃το ποιει̃τε εἰς τὴν ἐμὴν ἀνάμνησιν
20 καὶ τò ποτήριον ὡσαύτως μετὰ τò δειπνη̃σαι λέγων του̃το τò ποτήριον ἡ καινὴ διαθήκη ἐν τω̨̃ αἵματί μου τò ὑπὲρ ὑμω̃ν ἐκχυννόμενον
21 πλὴν ἰδοὺ ἡ χεὶρ του̃ παραδιδόντος με μετ' ἐμου̃ ἐπὶ τη̃ς τραπέζης
22 ὅτι ὁ υἱòς μὲν του̃ ἀνθρώπου κατὰ τò ὡρισμένον πορεύεται πλὴν οὐαὶ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ παραδίδοται
23 καὶ αὐτοὶ ἤρξαντο συζητει̃ν πρòς ἑαυτοὺς τò τίς ἄρα εἴη ἐξ αὐτω̃ν ὁ του̃το μέλλων πράσσειν
24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοι̃ς τò τίς αὐτω̃ν δοκει̃ εἰ̃ναι μείζων
25 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οἱ βασιλει̃ς τω̃ν ἐθνω̃ν κυριεύουσιν αὐτω̃ν καὶ οἱ ἐξουσιάζοντες αὐτω̃ν εὐεργέται καλου̃νται
26 ὑμει̃ς δὲ οὐχ οὕτως ἀλλ' ὁ μείζων ἐν ὑμι̃ν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονω̃ν
27 τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονω̃ν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσω̨ ὑμω̃ν εἰμι ὡς ὁ διακονω̃ν
28 ὑμει̃ς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμου̃ ἐν τοι̃ς πειρασμοι̃ς μου
29 κἀγὼ διατίθεμαι ὑμι̃ν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν
30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τη̃ς τραπέζης μου ἐν τη̨̃ βασιλεία̨ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες του̃ ’Ισραήλ
31 Σίμων Σίμων ἰδοὺ ὁ Σατανα̃ς ἐξη̨τήσατο ὑμα̃ς του̃ σινιάσαι ὡς τòν σι̃τον
32 ἐγὼ δὲ ἐδεήθην περὶ σου̃ ἵνα μὴ ἐκλίπη̨ ἡ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου
33 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ κύριε μετὰ σου̃ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι
34 ὁ δὲ εἰ̃πεν λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήση̨ εἰδέναι
35 καὶ εἰ̃πεν αὐτοι̃ς ὅτε ἀπέστειλα ὑμα̃ς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἰ̃παν οὐθενός
36 εἰ̃πεν δὲ αὐτοι̃ς ἀλλὰ νυ̃ν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τò ἱμάτιον αὐτου̃ καὶ ἀγορασάτω μάχαιραν
37 λέγω γὰρ ὑμι̃ν ὅτι του̃το τò γεγραμμένον δει̃ τελεσθη̃ναι ἐν ἐμοί τò καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τò περὶ ἐμου̃ τέλος ἔχει
38 οἱ δὲ εἰ̃παν κύριε ἰδοὺ μάχαιραι ὡ̃δε δύο ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἱκανόν ἐστιν
39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τò ἔθος εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν ἠκολούθησαν δὲ αὐτω̨̃ καὶ οἱ μαθηταί
40 γενόμενος δὲ ἐπὶ του̃ τόπου εἰ̃πεν αὐτοι̃ς προσεύχεσθε μὴ εἰσελθει̃ν εἰς πειρασμόν
41 καὶ αὐτòς ἀπεσπάσθη ἀπ' αὐτω̃ν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 λέγων πάτερ εἰ βούλει παρένεγκε του̃το τò ποτήριον ἀπ' ἐμου̃ πλὴν μὴ τò θέλημά μου ἀλλὰ τò σòν γινέσθω
43 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος ἀπ' οὐρανου̃ ἐνισχύων αὐτόν
44 καὶ γενόμενος ἐν ἀγωνία̨ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ὁ ἱδρὼς αὐτου̃ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γη̃ν
45 καὶ ἀναστὰς ἀπò τη̃ς προσευχη̃ς ἐλθὼν πρòς τοὺς μαθητὰς εὑ̃ρεν κοιμωμένους αὐτοὺς ἀπò τη̃ς λύπης
46 καὶ εἰ̃πεν αὐτοι̃ς τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
47 ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τω̨̃ ’Ιησου̃ φιλη̃σαι αὐτόν
48 ’Ιησου̃ς δὲ εἰ̃πεν αὐτω̨̃ ’Ιούδα φιλήματι τòν υἱòν του̃ ἀνθρώπου παραδίδως
49 ἰδόντες δὲ οἱ περὶ αὐτòν τò ἐσόμενον εἰ̃παν κύριε εἰ πατάξομεν ἐν μαχαίρη̨
50 καὶ ἐπάταξεν εἱ̃ς τις ἐξ αὐτω̃ν του̃ ἀρχιερέως τòν δου̃λον καὶ ἀφει̃λεν τò οὐ̃ς αὐτου̃ τò δεξιόν
51 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ἐα̃τε ἕως τούτου καὶ ἁψάμενος του̃ ὠτίου ἰάσατο αὐτόν
52 εἰ̃πεν δὲ ’Ιησου̃ς πρòς τοὺς παραγενομένους ἐπ' αὐτòν ἀρχιερει̃ς καὶ στρατηγοὺς του̃ ἱερου̃ καὶ πρεσβυτέρους ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων
53 καθ' ἡμέραν ὄντος μου μεθ' ὑμω̃ν ἐν τω̨̃ ἱερω̨̃ οὐκ ἐξετείνατε τὰς χει̃ρας ἐπ' ἐμέ ἀλλ' αὕτη ἐστὶν ὑμω̃ν ἡ ὥρα καὶ ἡ ἐξουσία του̃ σκότους
54 συλλαβόντες δὲ αὐτòν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν του̃ ἀρχιερέως ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν
55 περιαψάντων δὲ πυ̃ρ ἐν μέσω̨ τη̃ς αὐλη̃ς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτω̃ν
56 ἰδου̃σα δὲ αὐτòν παιδίσκη τις καθήμενον πρòς τò φω̃ς καὶ ἀτενίσασα αὐτω̨̃ εἰ̃πεν καὶ οὑ̃τος σὺν αὐτω̨̃ ἠ̃ν
57 ὁ δὲ ἠρνήσατο λέγων οὐκ οἰ̃δα αὐτόν γύναι
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτòν ἔφη καὶ σὺ ἐξ αὐτω̃ν εἰ̃ ὁ δὲ Πέτρος ἔφη ἄνθρωπε οὐκ εἰμί
59 καὶ διαστάσης ὡσεὶ ὥρας μια̃ς ἄλλος τις διϊσχυρίζετο λέγων ἐπ' ἀληθείας καὶ οὑ̃τος μετ' αὐτου̃ ἠ̃ν καὶ γὰρ Γαλιλαι̃ός ἐστιν
60 εἰ̃πεν δὲ ὁ Πέτρος ἄνθρωπε οὐκ οἰ̃δα ὃ λέγεις καὶ παραχρη̃μα ἔτι λαλου̃ντος αὐτου̃ ἐφώνησεν ἀλέκτωρ
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τω̨̃ Πέτρω̨ καὶ ὑπεμνήσθη ὁ Πέτρος του̃ ῥήματος του̃ κυρίου ὡς εἰ̃πεν αὐτω̨̃ ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι σήμερον ἀπαρνήση̨ με τρίς
62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρω̃ς
63 καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτòν ἐνέπαιζον αὐτω̨̃ δέροντες
64 καὶ περικαλύψαντες αὐτòν ἐπηρώτων λέγοντες προφήτευσον τίς ἐστιν ὁ παίσας σε
65 καὶ ἕτερα πολλὰ βλασφημου̃ντες ἔλεγον εἰς αὐτόν
66 καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τò πρεσβυτέριον του̃ λαου̃ ἀρχιερει̃ς τε καὶ γραμματει̃ς καὶ ἀπήγαγον αὐτòν εἰς τò συνέδριον αὐτω̃ν
67 λέγοντες εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπòν ἡμι̃ν εἰ̃πεν δὲ αὐτοι̃ς ἐὰν ὑμι̃ν εἴπω οὐ μὴ πιστεύσητε
68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθη̃τε
69 ἀπò του̃ νυ̃ν δὲ ἔσται ὁ υἱòς του̃ ἀνθρώπου καθήμενος ἐκ δεξιω̃ν τη̃ς δυνάμεως του̃ θεου̃
70 εἰ̃παν δὲ πάντες σὺ οὐ̃ν εἰ̃ ὁ υἱòς του̃ θεου̃ ὁ δὲ πρòς αὐτοὺς ἔφη ὑμει̃ς λέγετε ὅτι ἐγώ εἰμι
71 οἱ δὲ εἰ̃παν τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπò του̃ στόματος αὐτου̃

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 23

1 καὶ ἀναστὰν ἅπαν τò πλη̃θος αὐτω̃ν ἤγαγον αὐτòν ἐπὶ τòν Πιλα̃τον
2 ἤρξαντο δὲ κατηγορει̃ν αὐτου̃ λέγοντες του̃τον εὕραμεν διαστρέφοντα τò ἔθνος ἡμω̃ν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτòν Χριστòν βασιλέα εἰ̃ναι
3 ὁ δὲ Πιλα̃τος ἠρώτησεν αὐτòν λέγων σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτω̨̃ ἔφη σὺ λέγεις
4 ὁ δὲ Πιλα̃τος εἰ̃πεν πρòς τοὺς ἀρχιερει̃ς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τòν λαòν διδάσκων καθ' ὅλης τη̃ς ’Ιουδαίας καὶ ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας ἕως ὡ̃δε
6 Πιλα̃τος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαι̃ός ἐστιν
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τη̃ς ἐξουσίας ‘Ηρώ̨δου ἐστὶν ἀνέπεμψεν αὐτòν πρòς ‘Ηρώ̨δην ὄντα καὶ αὐτòν ἐν ‘Ιεροσολύμοις ἐν ταύταις ται̃ς ἡμέραις
8 ὁ δὲ ‘Ηρώ̨δης ἰδὼν τòν ’Ιησου̃ν ἐχάρη λίαν ἠ̃ν γὰρ ἐξ ἱκανω̃ν χρόνων θέλων ἰδει̃ν αὐτòν διὰ τò ἀκούειν περὶ αὐτου̃ καὶ ἤλπιζέν τι σημει̃ον ἰδει̃ν ὑπ' αὐτου̃ γινόμενον
9 ἐπηρώτα δὲ αὐτòν ἐν λόγοις ἱκανοι̃ς αὐτòς δὲ οὐδὲν ἀπεκρίνατο αὐτω̨̃
10 εἱστήκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς εὐτόνως κατηγορου̃ντες αὐτου̃
11 ἐξουθενήσας δὲ αὐτòν καὶ ὁ ‘Ηρώ̨δης σὺν τοι̃ς στρατεύμασιν αὐτου̃ καὶ ἐμπαίξας περιβαλὼν ἐσθη̃τα λαμπρὰν ἀνέπεμψεν αὐτòν τω̨̃ Πιλάτω̨
12 ἐγένοντο δὲ φίλοι ὅ τε ‘Ηρώ̨δης καὶ ὁ Πιλα̃τος ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ μετ' ἀλλήλων προϋπη̃ρχον γὰρ ἐν ἔχθρα̨ ὄντες πρòς αὐτούς
13 Πιλα̃τος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερει̃ς καὶ τοὺς ἄρχοντας καὶ τòν λαòν
14 εἰ̃πεν πρòς αὐτούς προσηνέγκατέ μοι τòν ἄνθρωπον του̃τον ὡς ἀποστρέφοντα τòν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμω̃ν ἀνακρίνας οὐθὲν εὑ̃ρον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ αἴτιον ὡ̃ν κατηγορει̃τε κατ' αὐτου̃
15 ἀλλ' οὐδὲ ‘Ηρώ̨δης ἀνέπεμψεν γὰρ αὐτòν πρòς ἡμα̃ς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτω̨̃
16 παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω
17 ...
18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἰ̃ρε του̃τον ἀπόλυσον δὲ ἡμι̃ν τòν Βαραββα̃ν
19 ὅστις ἠ̃ν διὰ στάσιν τινὰ γενομένην ἐν τη̨̃ πόλει καὶ φόνον βληθεὶς ἐν τη̨̃ φυλακη̨̃
20 πάλιν δὲ ὁ Πιλα̃τος προσεφώνησεν αὐτοι̃ς θέλων ἀπολυ̃σαι τòν ’Ιησου̃ν
21 οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν
22 ὁ δὲ τρίτον εἰ̃πεν πρòς αὐτούς τί γὰρ κακòν ἐποίησεν οὑ̃τος οὐδὲν αἴτιον θανάτου εὑ̃ρον ἐν αὐτω̨̃ παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω
23 οἱ δὲ ἐπέκειντο φωναι̃ς μεγάλαις αἰτούμενοι αὐτòν σταυρωθη̃ναι καὶ κατίσχυον αἱ φωναὶ αὐτω̃ν
24 καὶ Πιλα̃τος ἐπέκρινεν γενέσθαι τò αἴτημα αὐτω̃ν
25 ἀπέλυσεν δὲ τòν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ἠ̨του̃ντο τòν δὲ ’Ιησου̃ν παρέδωκεν τω̨̃ θελήματι αὐτω̃ν
26 καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ ἐπέθηκαν αὐτω̨̃ τòν σταυρòν φέρειν ὄπισθεν του̃ ’Ιησου̃
27 ἠκολούθει δὲ αὐτω̨̃ πολὺ πλη̃θος του̃ λαου̃ καὶ γυναικω̃ν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
28 στραφεὶς δὲ πρòς αὐτὰς ὁ ’Ιησου̃ς εἰ̃πεν θυγατέρες ’Ιερουσαλήμ μὴ κλαίετε ἐπ' ἐμέ πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμω̃ν
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἱ̃ς ἐρου̃σιν μακάριαι αἱ στει̃ραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
30 τότε ἄρξονται λέγειν τοι̃ς ὄρεσιν πέσετε ἐφ' ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς καλύψατε ἡμα̃ς
31 ὅτι εἰ ἐν τω̨̃ ὑγρω̨̃ ξύλω̨ ταυ̃τα ποιου̃σιν ἐν τω̨̃ ξηρω̨̃ τί γένηται
32 ἤγοντο δὲ καὶ ἕτεροι κακου̃ργοι δύο σὺν αὐτω̨̃ ἀναιρεθη̃ναι
33 καὶ ὅτε ἠ̃λθον ἐπὶ τòν τόπον τòν καλούμενον κρανίον ἐκει̃ ἐσταύρωσαν αὐτòν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιω̃ν ὃν δὲ ἐξ ἀριστερω̃ν
34 ὁ δὲ ’Ιησου̃ς ἔλεγεν πάτερ ἄφες αὐτοι̃ς οὐ γὰρ οἴδασιν τί ποιου̃σιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτου̃ ἔβαλον κλήρους
35 καὶ εἱστήκει ὁ λαòς θεωρω̃ν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὑ̃τός ἐστιν ὁ Χριστòς του̃ θεου̃ ὁ ἐκλεκτός
36 ἐνέπαιξαν δὲ αὐτω̨̃ καὶ οἱ στρατιω̃ται προσερχόμενοι ὄξος προσφέροντες αὐτω̨̃
37 καὶ λέγοντες εἰ σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων σω̃σον σεαυτόν
38 ἠ̃ν δὲ καὶ ἐπιγραφὴ ἐπ' αὐτω̨̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων οὑ̃τος
39 εἱ̃ς δὲ τω̃ν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτòν λέγων οὐχὶ σὺ εἰ̃ ὁ Χριστός σω̃σον σεαυτòν καὶ ἡμα̃ς
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμω̃ν αὐτω̨̃ ἔφη οὐδὲ φοβη̨̃ σὺ τòν θεόν ὅτι ἐν τω̨̃ αὐτω̨̃ κρίματι εἰ̃
41 καὶ ἡμει̃ς μὲν δικαίως ἄξια γὰρ ὡ̃ν ἐπράξαμεν ἀπολαμβάνομεν οὑ̃τος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
42 καὶ ἔλεγεν ’Ιησου̃ μνήσθητί μου ὅταν ἔλθη̨ς εἰς τὴν βασιλείαν σου
43 καὶ εἰ̃πεν αὐτω̨̃ ἀμήν σοι λέγω σήμερον μετ' ἐμου̃ ἔση̨ ἐν τω̨̃ παραδείσω̨
44 καὶ ἠ̃ν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γη̃ν ἕως ὥρας ἐνάτης
45 του̃ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τò καταπέτασμα του̃ ναου̃ μέσον
46 καὶ φωνήσας φωνη̨̃ μεγάλη̨ ὁ ’Ιησου̃ς εἰ̃πεν πάτερ εἰς χει̃ράς σου παρατίθεμαι τò πνευ̃μά μου του̃το δὲ εἰπὼν ἐξέπνευσεν
47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τò γενόμενον ἐδόξαζεν τòν θεòν λέγων ὄντως ὁ ἄνθρωπος οὑ̃τος δίκαιος ἠ̃ν
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτω̨̃ ἀπò μακρόθεν καὶ γυναι̃κες αἱ συνακολουθου̃σαι αὐτω̨̃ ἀπò τη̃ς Γαλιλαίας ὁρω̃σαι ταυ̃τα
50 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ’Ιωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθòς καὶ δίκαιος
51 οὑ̃τος οὐκ ἠ̃ν συγκατατεθειμένος τη̨̃ βουλη̨̃ καὶ τη̨̃ πράξει αὐτω̃ν ἀπò ‘Αριμαθαίας πόλεως τω̃ν ’Ιουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν του̃ θεου̃
52 οὑ̃τος προσελθὼν τω̨̃ Πιλάτω̨ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃
53 καὶ καθελὼν ἐνετύλιξεν αὐτò σινδόνι καὶ ἔθηκεν αὐτòν ἐν μνήματι λαξευτω̨̃ οὑ̃ οὐκ ἠ̃ν οὐδεὶς οὔπω κείμενος
54 καὶ ἡμέρα ἠ̃ν παρασκευη̃ς καὶ σάββατον ἐπέφωσκεν
55 κατακολουθήσασαι δὲ αἱ γυναι̃κες αἵτινες ἠ̃σαν συνεληλυθυι̃αι ἐκ τη̃ς Γαλιλαίας αὐτω̨̃ ἐθεάσαντο τò μνημει̃ον καὶ ὡς ἐτέθη τò σω̃μα αὐτου̃
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τò μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 24

1 τη̨̃ δὲ μια̨̃ τω̃ν σαββάτων ὄρθρου βαθέως ἐπὶ τò μνη̃μα ἠ̃λθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα
2 εὑ̃ρον δὲ τòν λίθον ἀποκεκυλισμένον ἀπò του̃ μνημείου
3 εἰσελθου̃σαι δὲ οὐχ εὑ̃ρον τò σω̃μα του̃ κυρίου ’Ιησου̃
4 καὶ ἐγένετο ἐν τω̨̃ ἀπορει̃σθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐται̃ς ἐν ἐσθη̃τι ἀστραπτούση̨
5 ἐμφόβων δὲ γενομένων αὐτω̃ν καὶ κλινουσω̃ν τὰ πρόσωπα εἰς τὴν γη̃ν εἰ̃παν πρòς αὐτάς τί ζητει̃τε τòν ζω̃ντα μετὰ τω̃ν νεκρω̃ν
6 οὐκ ἔστιν ὡ̃δε ἀλλὰ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμι̃ν ἔτι ὢν ἐν τη̨̃ Γαλιλαία̨
7 λέγων τòν υἱòν του̃ ἀνθρώπου ὅτι δει̃ παραδοθη̃ναι εἰς χει̃ρας ἀνθρώπων ἁμαρτωλω̃ν καὶ σταυρωθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἀναστη̃ναι
8 καὶ ἐμνήσθησαν τω̃ν ῥημάτων αὐτου̃
9 καὶ ὑποστρέψασαι ἀπò του̃ μνημείου ἀπήγγειλαν ταυ̃τα πάντα τοι̃ς ἕνδεκα καὶ πα̃σιν τοι̃ς λοιποι̃ς
10 ἠ̃σαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ’Ιωάννα καὶ Μαρία ἡ ’Ιακώβου καὶ αἱ λοιπαὶ σὺν αὐται̃ς ἔλεγον πρòς τοὺς ἀποστόλους ταυ̃τα
11 καὶ ἐφάνησαν ἐνώπιον αὐτω̃ν ὡσεὶ λη̃ρος τὰ ῥήματα ταυ̃τα καὶ ἠπίστουν αὐται̃ς
12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τò μνημει̃ον καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα καὶ ἀπη̃λθεν πρòς ἑαυτòν θαυμάζων τò γεγονός
13 καὶ ἰδοὺ δύο ἐξ αὐτω̃ν ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἠ̃σαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπò ’Ιερουσαλήμ ἡ̨̃ ὄνομα ’Εμμαου̃ς
14 καὶ αὐτοὶ ὡμίλουν πρòς ἀλλήλους περὶ πάντων τω̃ν συμβεβηκότων τούτων
15 καὶ ἐγένετο ἐν τω̨̃ ὁμιλει̃ν αὐτοὺς καὶ συζητει̃ν καὶ αὐτòς ’Ιησου̃ς ἐγγίσας συνεπορεύετο αὐτοι̃ς
16 οἱ δὲ ὀφθαλμοὶ αὐτω̃ν ἐκρατου̃ντο του̃ μὴ ἐπιγνω̃ναι αὐτόν
17 εἰ̃πεν δὲ πρòς αὐτούς τίνες οἱ λόγοι οὑ̃τοι οὓς ἀντιβάλλετε πρòς ἀλλήλους περιπατου̃ντες καὶ ἐστάθησαν σκυθρωποί
18 ἀποκριθεὶς δὲ εἱ̃ς ὀνόματι Κλεοπα̃ς εἰ̃πεν πρòς αὐτόν σὺ μόνος παροικει̃ς ’Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτη̨̃ ἐν ται̃ς ἡμέραις ταύταις
19 καὶ εἰ̃πεν αὐτοι̃ς ποι̃α οἱ δὲ εἰ̃παν αὐτω̨̃ τὰ περὶ ’Ιησου̃ του̃ Ναζαρηνου̃ ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατòς ἐν ἔργω̨ καὶ λόγω̨ ἐναντίον του̃ θεου̃ καὶ παντòς του̃ λαου̃
20 ὅπως τε παρέδωκαν αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ ἄρχοντες ἡμω̃ν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν
21 ἡμει̃ς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτρου̃σθαι τòν ’Ισραήλ ἀλλά γε καὶ σὺν πα̃σιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ' οὑ̃ ταυ̃τα ἐγένετο
22 ἀλλὰ καὶ γυναι̃κές τινες ἐξ ἡμω̃ν ἐξέστησαν ἡμα̃ς γενόμεναι ὀρθριναὶ ἐπὶ τò μνημει̃ον
23 καὶ μὴ εὑρου̃σαι τò σω̃μα αὐτου̃ ἠ̃λθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτòν ζη̃ν
24 καὶ ἀπη̃λθόν τινες τω̃ν σὺν ἡμι̃ν ἐπὶ τò μνημει̃ον καὶ εὑ̃ρον οὕτως καθὼς καὶ αἱ γυναι̃κες εἰ̃πον αὐτòν δὲ οὐκ εἰ̃δον
25 καὶ αὐτòς εἰ̃πεν πρòς αὐτούς ὠ̃ ἀνόητοι καὶ βραδει̃ς τη̨̃ καρδία̨ του̃ πιστεύειν ἐπὶ πα̃σιν οἱ̃ς ἐλάλησαν οἱ προφη̃ται
26 οὐχὶ ταυ̃τα ἔδει παθει̃ν τòν Χριστòν καὶ εἰσελθει̃ν εἰς τὴν δόξαν αὐτου̃
27 καὶ ἀρξάμενος ἀπò Μωϋσέως καὶ ἀπò πάντων τω̃ν προφητω̃ν διερμήνευσεν αὐτοι̃ς ἐν πάσαις ται̃ς γραφαι̃ς τὰ περὶ ἑαυτου̃
28 καὶ ἤγγισαν εἰς τὴν κώμην οὑ̃ ἐπορεύοντο καὶ αὐτòς προσεποιήσατο πορρώτερον πορεύεσθαι
29 καὶ παρεβιάσαντο αὐτòν λέγοντες μει̃νον μεθ' ἡμω̃ν ὅτι πρòς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα καὶ εἰση̃λθεν του̃ μει̃ναι σὺν αὐτοι̃ς
30 καὶ ἐγένετο ἐν τω̨̃ κατακλιθη̃ναι αὐτòν μετ' αὐτω̃ν λαβὼν τòν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοι̃ς
31 αὐτω̃ν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν καὶ αὐτòς ἄφαντος ἐγένετο ἀπ' αὐτω̃ν
32 καὶ εἰ̃παν πρòς ἀλλήλους οὐχὶ ἡ καρδία ἡμω̃ν καιομένη ἠ̃ν ἐν ἡμι̃ν ὡς ἐλάλει ἡμι̃ν ἐν τη̨̃ ὁδω̨̃ ὡς διήνοιγεν ἡμι̃ν τὰς γραφάς
33 καὶ ἀναστάντες αὐτη̨̃ τη̨̃ ὥρα̨ ὑπέστρεψαν εἰς ’Ιερουσαλήμ καὶ εὑ̃ρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοι̃ς
34 λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι
35 καὶ αὐτοὶ ἐξηγου̃ντο τὰ ἐν τη̨̃ ὁδω̨̃ καὶ ὡς ἐγνώσθη αὐτοι̃ς ἐν τη̨̃ κλάσει του̃ ἄρτου
36 ταυ̃τα δὲ αὐτω̃ν λαλούντων αὐτòς ἔστη ἐν μέσω̨ αὐτω̃ν καὶ λέγει αὐτοι̃ς εἰρήνη ὑμι̃ν
37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνευ̃μα θεωρει̃ν
38 καὶ εἰ̃πεν αὐτοι̃ς τί τεταραγμένοι ἐστέ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τη̨̃ καρδία̨ ὑμω̃ν
39 ἴδετε τὰς χει̃ράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνευ̃μα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρει̃τε ἔχοντα
40 καὶ του̃το εἰπὼν ἔδειξεν αὐτοι̃ς τὰς χει̃ρας καὶ τοὺς πόδας
41 ἔτι δὲ ἀπιστούντων αὐτω̃ν ἀπò τη̃ς χαρα̃ς καὶ θαυμαζόντων εἰ̃πεν αὐτοι̃ς ἔχετέ τι βρώσιμον ἐνθάδε
42 οἱ δὲ ἐπέδωκαν αὐτω̨̃ ἰχθύος ὀπτου̃ μέρος
43 καὶ λαβὼν ἐνώπιον αὐτω̃ν ἔφαγεν
44 εἰ̃πεν δὲ πρòς αὐτούς οὑ̃τοι οἱ λόγοι μου οὓς ἐλάλησα πρòς ὑμα̃ς ἔτι ὢν σὺν ὑμι̃ν ὅτι δει̃ πληρωθη̃ναι πάντα τὰ γεγραμμένα ἐν τω̨̃ νόμω̨ Μωϋσέως καὶ τοι̃ς προφήταις καὶ ψαλμοι̃ς περὶ ἐμου̃
45 τότε διήνοιξεν αὐτω̃ν τòν νου̃ν του̃ συνιέναι τὰς γραφάς
46 καὶ εἰ̃πεν αὐτοι̃ς ὅτι οὕτως γέγραπται παθει̃ν τòν Χριστòν καὶ ἀναστη̃ναι ἐκ νεκρω̃ν τη̨̃ τρίτη̨ ἡμέρα̨
47 καὶ κηρυχθη̃ναι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιω̃ν εἰς πάντα τὰ ἔθνη ἀρξάμενοι ἀπò ’Ιερουσαλήμ
48 ὑμει̃ς μάρτυρες τούτων
49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν του̃ πατρός μου ἐφ' ὑμα̃ς ὑμει̃ς δὲ καθίσατε ἐν τη̨̃ πόλει ἕως οὑ̃ ἐνδύσησθε ἐξ ὕψους δύναμιν
50 ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως πρòς Βηθανίαν καὶ ἐπάρας τὰς χει̃ρας αὐτου̃ εὐλόγησεν αὐτούς
51 καὶ ἐγένετο ἐν τω̨̃ εὐλογει̃ν αὐτòν αὐτοὺς διέστη ἀπ' αὐτω̃ν καὶ ἀνεφέρετο εἰς τòν οὐρανόν
52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτòν ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ μετὰ χαρα̃ς μεγάλης
53 καὶ ἠ̃σαν διὰ παντòς ἐν τω̨̃ ἱερω̨̃ εὐλογου̃ντες τòν θεόν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).