ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 19,
στἰχοι 29-38
29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανίαν πρòς τò ὄρος τò καλούμενον ἐλαιω̃ν ἀπέστειλεν δύο τω̃ν μαθητω̃ν |
30 λέγων ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ἡ̨̃ εἰσπορευόμενοι εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτòν ἀγάγετε |
31 καὶ ἐάν τις ὑμα̃ς ἐρωτα̨̃ διὰ τί λύετε οὕτως ἐρει̃τε ὅτι ὁ κύριος αὐτου̃ χρείαν ἔχει |
32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὑ̃ρον καθὼς εἰ̃πεν αὐτοι̃ς |
33 λυόντων δὲ αὐτω̃ν τòν πω̃λον εἰ̃παν οἱ κύριοι αὐτου̃ πρòς αὐτούς τί λύετε τòν πω̃λον |
34 οἱ δὲ εἰ̃παν ὅτι ὁ κύριος αὐτου̃ χρείαν ἔχει |
35 καὶ ἤγαγον αὐτòν πρòς τòν ’Ιησου̃ν καὶ ἐπιρίψαντες αὐτω̃ν τὰ ἱμάτια ἐπὶ τòν πω̃λον ἐπεβίβασαν τòν ’Ιησου̃ν |
36 πορευομένου δὲ αὐτου̃ ὑπεστρώννυον τὰ ἱμάτια αὐτω̃ν ἐν τη̨̃ ὁδω̨̃ |
37 ἐγγίζοντος δὲ αὐτου̃ ἤδη πρòς τη̨̃ καταβάσει του̃ ὄρους τω̃ν ἐλαιω̃ν ἤρξαντο ἅπαν τò πλη̃θος τω̃ν μαθητω̃ν χαίροντες αἰνει̃ν τòν θεòν φωνη̨̃ μεγάλη̨ περὶ πασω̃ν ὡ̃ν εἰ̃δον δυνάμεων |
38 λέγοντες εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου ἐν οὐρανω̨̃ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.