ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 20,
στἰχοι 20-26
20 καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἰ̃ναι ἵνα ἐπιλάβωνται αὐτου̃ λόγου ὥστε παραδου̃ναι αὐτòν τη̨̃ ἀρχη̨̃ καὶ τη̨̃ ἐξουσία̨ του̃ ἡγεμόνος |
21 καὶ ἐπηρώτησαν αὐτòν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθω̃ς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδòν του̃ θεου̃ διδάσκεις |
22 ἔξεστιν ἡμα̃ς Καίσαρι φόρον δου̃ναι ἢ οὔ |
23 κατανοήσας δὲ αὐτω̃ν τὴν πανουργίαν εἰ̃πεν πρòς αὐτούς |
24 δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν οἱ δὲ εἰ̃παν Καίσαρος |
25 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃ |
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτου̃ ῥήματος ἐναντίον του̃ λαου̃ καὶ θαυμάσαντες ἐπὶ τη̨̃ ἀποκρίσει αὐτου̃ ἐσίγησαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.