ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 23,
στἰχοι 26-31
26 καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ ἐπέθηκαν αὐτω̨̃ τòν σταυρòν φέρειν ὄπισθεν του̃ ’Ιησου̃ |
27 ἠκολούθει δὲ αὐτω̨̃ πολὺ πλη̃θος του̃ λαου̃ καὶ γυναικω̃ν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν |
28 στραφεὶς δὲ πρòς αὐτὰς ὁ ’Ιησου̃ς εἰ̃πεν θυγατέρες ’Ιερουσαλήμ μὴ κλαίετε ἐπ' ἐμέ πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμω̃ν |
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἱ̃ς ἐρου̃σιν μακάριαι αἱ στει̃ραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν |
30 τότε ἄρξονται λέγειν τοι̃ς ὄρεσιν πέσετε ἐφ' ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς καλύψατε ἡμα̃ς |
31 ὅτι εἰ ἐν τω̨̃ ὑγρω̨̃ ξύλω̨ ταυ̃τα ποιου̃σιν ἐν τω̨̃ ξηρω̨̃ τί γένηται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.