ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 23,
στἰχοι 4-12
4 ὁ δὲ Πιλα̃τος εἰ̃πεν πρòς τοὺς ἀρχιερει̃ς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ |
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τòν λαòν διδάσκων καθ' ὅλης τη̃ς ’Ιουδαίας καὶ ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας ἕως ὡ̃δε |
6 Πιλα̃τος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαι̃ός ἐστιν |
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τη̃ς ἐξουσίας ‘Ηρώ̨δου ἐστὶν ἀνέπεμψεν αὐτòν πρòς ‘Ηρώ̨δην ὄντα καὶ αὐτòν ἐν ‘Ιεροσολύμοις ἐν ταύταις ται̃ς ἡμέραις |
8 ὁ δὲ ‘Ηρώ̨δης ἰδὼν τòν ’Ιησου̃ν ἐχάρη λίαν ἠ̃ν γὰρ ἐξ ἱκανω̃ν χρόνων θέλων ἰδει̃ν αὐτòν διὰ τò ἀκούειν περὶ αὐτου̃ καὶ ἤλπιζέν τι σημει̃ον ἰδει̃ν ὑπ' αὐτου̃ γινόμενον |
9 ἐπηρώτα δὲ αὐτòν ἐν λόγοις ἱκανοι̃ς αὐτòς δὲ οὐδὲν ἀπεκρίνατο αὐτω̨̃ |
10 εἱστήκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς εὐτόνως κατηγορου̃ντες αὐτου̃ |
11 ἐξουθενήσας δὲ αὐτòν καὶ ὁ ‘Ηρώ̨δης σὺν τοι̃ς στρατεύμασιν αὐτου̃ καὶ ἐμπαίξας περιβαλὼν ἐσθη̃τα λαμπρὰν ἀνέπεμψεν αὐτòν τω̨̃ Πιλάτω̨ |
12 ἐγένοντο δὲ φίλοι ὅ τε ‘Ηρώ̨δης καὶ ὁ Πιλα̃τος ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ μετ' ἀλλήλων προϋπη̃ρχον γὰρ ἐν ἔχθρα̨ ὄντες πρòς αὐτούς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.