ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 4,
στἰχοι 1-13
1 ’Ιησου̃ς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπò του̃ ’Ιορδάνου καὶ ἤγετο ἐν τω̨̃ πνεύματι ἐν τη̨̃ ἐρήμω̨ |
2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπò του̃ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συντελεσθεισω̃ν αὐτω̃ν ἐπείνασεν |
3 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ διάβολος εἰ υἱòς εἰ̃ του̃ θεου̃ εἰπὲ τω̨̃ λίθω̨ τούτω̨ ἵνα γένηται ἄρτος |
4 καὶ ἀπεκρίθη πρòς αὐτòν ὁ ’Ιησου̃ς γέγραπται ὅτι οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος |
5 καὶ ἀναγαγὼν αὐτòν ἔδειξεν αὐτω̨̃ πάσας τὰς βασιλείας τη̃ς οἰκουμένης ἐν στιγμη̨̃ χρόνου |
6 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ διάβολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτω̃ν ὅτι ἐμοὶ παραδέδοται καὶ ὡ̨̃ ἐὰν θέλω δίδωμι αὐτήν |
7 σὺ οὐ̃ν ἐὰν προσκυνήση̨ς ἐνώπιον ἐμου̃ ἔσται σου̃ πα̃σα |
8 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ γέγραπται κύριον τòν θεόν σου προσκυνήσεις καὶ αὐτω̨̃ μόνω̨ λατρεύσεις |
9 ἤγαγεν δὲ αὐτòν εἰς ’Ιερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τò πτερύγιον του̃ ἱερου̃ καὶ εἰ̃πεν αὐτω̨̃ εἰ υἱòς εἰ̃ του̃ θεου̃ βάλε σεαυτòν ἐντευ̃θεν κάτω |
10 γέγραπται γὰρ ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε |
11 καὶ ὅτι ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρòς λίθον τòν πόδα σου |
12 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τòν θεόν σου |
13 καὶ συντελέσας πάντα πειρασμòν ὁ διάβολος ἀπέστη ἀπ' αὐτου̃ ἄχρι καιρου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.