Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 4,  στἰχοι 14-44

14 καὶ ὑπέστρεψεν ὁ ’Ιησου̃ς ἐν τη̨̃ δυνάμει του̃ πνεύματος εἰς τὴν Γαλιλαίαν καὶ φήμη ἐξη̃λθεν καθ' ὅλης τη̃ς περιχώρου περὶ αὐτου̃
15 καὶ αὐτòς ἐδίδασκεν ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν δοξαζόμενος ὑπò πάντων
16 καὶ ἠ̃λθεν εἰς Ναζαρά οὑ̃ ἠ̃ν τεθραμμένος καὶ εἰση̃λθεν κατὰ τò εἰωθòς αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνω̃ναι
17 καὶ ἐπεδόθη αὐτω̨̃ βιβλίον του̃ προφήτου ’Ησαΐου καὶ ἀναπτύξας τò βιβλίον εὑ̃ρεν τòν τόπον οὑ̃ ἠ̃ν γεγραμμένον
18 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν ἀποστει̃λαι τεθραυσμένους ἐν ἀφέσει
19 κηρύξαι ἐνιαυτòν κυρίου δεκτόν
20 καὶ πτύξας τò βιβλίον ἀποδοὺς τω̨̃ ὑπηρέτη̨ ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃σαν ἀτενίζοντες αὐτω̨̃
21 ἤρξατο δὲ λέγειν πρòς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοι̃ς ὠσὶν ὑμω̃ν
22 καὶ πάντες ἐμαρτύρουν αὐτω̨̃ καὶ ἐθαύμαζον ἐπὶ τοι̃ς λόγοις τη̃ς χάριτος τοι̃ς ἐκπορευομένοις ἐκ του̃ στόματος αὐτου̃ καὶ ἔλεγον οὐχὶ υἱός ἐστιν ’Ιωσὴφ οὑ̃τος
23 καὶ εἰ̃πεν πρòς αὐτούς πάντως ἐρει̃τέ μοι τὴν παραβολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὡ̃δε ἐν τη̨̃ πατρίδι σου
24 εἰ̃πεν δέ ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τη̨̃ πατρίδι αὐτου̃
25 ἐπ' ἀληθείας δὲ λέγω ὑμι̃ν πολλαὶ χη̃ραι ἠ̃σαν ἐν ται̃ς ἡμέραις ’Ηλίου ἐν τω̨̃ ’Ισραήλ ὅτε ἐκλείσθη ὁ οὐρανòς ἐπὶ ἔτη τρία καὶ μη̃νας ἕξ ὡς ἐγένετο λιμòς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν
26 καὶ πρòς οὐδεμίαν αὐτω̃ν ἐπέμφθη ’Ηλίας εἰ μὴ εἰς Σάρεπτα τη̃ς Σιδωνίας πρòς γυναι̃κα χήραν
27 καὶ πολλοὶ λεπροὶ ἠ̃σαν ἐν τω̨̃ ’Ισραὴλ ἐπὶ ’Ελισαίου του̃ προφήτου καὶ οὐδεὶς αὐτω̃ν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος
28 καὶ ἐπλήσθησαν πάντες θυμου̃ ἐν τη̨̃ συναγωγη̨̃ ἀκούοντες ταυ̃τα
29 καὶ ἀναστάντες ἐξέβαλον αὐτòν ἔξω τη̃ς πόλεως καὶ ἤγαγον αὐτòν ἕως ὀφρύος του̃ ὄρους ἐφ' οὑ̃ ἡ πόλις ὠ̨κοδόμητο αὐτω̃ν ὥστε κατακρημνίσαι αὐτόν
30 αὐτòς δὲ διελθὼν διὰ μέσου αὐτω̃ν ἐπορεύετο
31 καὶ κατη̃λθεν εἰς Καφαρναοὺμ πόλιν τη̃ς Γαλιλαίας καὶ ἠ̃ν διδάσκων αὐτοὺς ἐν τοι̃ς σάββασιν
32 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ὅτι ἐν ἐξουσία̨ ἠ̃ν ὁ λόγος αὐτου̃
33 καὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃ν ἄνθρωπος ἔχων πνευ̃μα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνη̨̃ μεγάλη̨
34 ἔα τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃
35 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἀπ' αὐτου̃ καὶ ῥίψαν αὐτòν τò δαιμόνιον εἰς τò μέσον ἐξη̃λθεν ἀπ' αὐτου̃ μηδὲν βλάψαν αὐτόν
36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας καὶ συνελάλουν πρòς ἀλλήλους λέγοντες τίς ὁ λόγος οὑ̃τος ὅτι ἐν ἐξουσία̨ καὶ δυνάμει ἐπιτάσσει τοι̃ς ἀκαθάρτοις πνεύμασιν καὶ ἐξέρχονται
37 καὶ ἐξεπορεύετο ἠ̃χος περὶ αὐτου̃ εἰς πάντα τόπον τη̃ς περιχώρου
38 ἀναστὰς δὲ ἀπò τη̃ς συναγωγη̃ς εἰση̃λθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ του̃ Σίμωνος ἠ̃ν συνεχομένη πυρετω̨̃ μεγάλω̨ καὶ ἠρώτησαν αὐτòν περὶ αὐτη̃ς
39 καὶ ἐπιστὰς ἐπάνω αὐτη̃ς ἐπετίμησεν τω̨̃ πυρετω̨̃ καὶ ἀφη̃κεν αὐτήν παραχρη̃μα δὲ ἀναστα̃σα διηκόνει αὐτοι̃ς
40 δύνοντος δὲ του̃ ἡλίου ἅπαντες ὅσοι εἰ̃χον ἀσθενου̃ντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρòς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστω̨ αὐτω̃ν τὰς χει̃ρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς
41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπò πολλω̃ν κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ καὶ ἐπιτιμω̃ν οὐκ εἴα αὐτὰ λαλει̃ν ὅτι ἤ̨δεισαν τòν Χριστòν αὐτòν εἰ̃ναι
42 γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν καὶ ἠ̃λθον ἕως αὐτου̃ καὶ κατει̃χον αὐτòν του̃ μὴ πορεύεσθαι ἀπ' αὐτω̃ν
43 ὁ δὲ εἰ̃πεν πρòς αὐτοὺς ὅτι καὶ ται̃ς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δει̃ τὴν βασιλείαν του̃ θεου̃ ὅτι ἐπὶ του̃το ἀπεστάλην
44 καὶ ἠ̃ν κηρύσσων εἰς τὰς συναγωγὰς τη̃ς ’Ιουδαίας

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 5

1 ἐγένετο δὲ ἐν τω̨̃ τòν ὄχλον ἐπικει̃σθαι αὐτω̨̃ καὶ ἀκούειν τòν λόγον του̃ θεου̃ καὶ αὐτòς ἠ̃ν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
2 καὶ εἰ̃δεν δύο πλοι̃α ἑστω̃τα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιει̃ς ἀπ' αὐτω̃ν ἀποβάντες ἔπλυνον τὰ δίκτυα
3 ἐμβὰς δὲ εἰς ἓν τω̃ν πλοίων ὃ ἠ̃ν Σίμωνος ἠρώτησεν αὐτòν ἀπò τη̃ς γη̃ς ἐπαναγαγει̃ν ὀλίγον καθίσας δὲ ἐκ του̃ πλοίου ἐδίδασκεν τοὺς ὄχλους
4 ὡς δὲ ἐπαύσατο λαλω̃ν εἰ̃πεν πρòς τòν Σίμωνα ἐπανάγαγε εἰς τò βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμω̃ν εἰς ἄγραν
5 καὶ ἀποκριθεὶς Σίμων εἰ̃πεν ἐπιστάτα δι' ὅλης νυκτòς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τω̨̃ ῥήματί σου χαλάσω τὰ δίκτυα
6 καὶ του̃το ποιήσαντες συνέκλεισαν πλη̃θος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτω̃ν
7 καὶ κατένευσαν τοι̃ς μετόχοις ἐν τω̨̃ ἑτέρω̨ πλοίω̨ του̃ ἐλθόντας συλλαβέσθαι αὐτοι̃ς καὶ ἠ̃λθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοι̃α ὥστε βυθίζεσθαι αὐτά
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοι̃ς γόνασιν ’Ιησου̃ λέγων ἔξελθε ἀπ' ἐμου̃ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
9 θάμβος γὰρ περιέσχεν αὐτòν καὶ πάντας τοὺς σὺν αὐτω̨̃ ἐπὶ τη̨̃ ἄγρα̨ τω̃ν ἰχθύων ὡ̃ν συνέλαβον
10 ὁμοίως δὲ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην υἱοὺς Ζεβεδαίου οἳ ἠ̃σαν κοινωνοὶ τω̨̃ Σίμωνι καὶ εἰ̃πεν πρòς τòν Σίμωνα ὁ ’Ιησου̃ς μὴ φοβου̃ ἀπò του̃ νυ̃ν ἀνθρώπους ἔση̨ ζωγρω̃ν
11 καὶ καταγαγόντες τὰ πλοι̃α ἐπὶ τὴν γη̃ν ἀφέντες πάντα ἠκολούθησαν αὐτω̨̃
12 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν ἐν μια̨̃ τω̃ν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας ἰδὼν δὲ τòν ’Ιησου̃ν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτου̃ λέγων κύριε ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι
13 καὶ ἐκτείνας τὴν χει̃ρα ἥψατο αὐτου̃ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἡ λέπρα ἀπη̃λθεν ἀπ' αὐτου̃
14 καὶ αὐτòς παρήγγειλεν αὐτω̨̃ μηδενὶ εἰπει̃ν ἀλλὰ ἀπελθὼν δει̃ξον σεαυτòν τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου καθὼς προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς
15 διήρχετο δὲ μα̃λλον ὁ λόγος περὶ αὐτου̃ καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπò τω̃ν ἀσθενειω̃ν αὐτω̃ν
16 αὐτòς δὲ ἠ̃ν ὑποχωρω̃ν ἐν ται̃ς ἐρήμοις καὶ προσευχόμενος
17 καὶ ἐγένετο ἐν μια̨̃ τω̃ν ἡμερω̃ν καὶ αὐτòς ἠ̃ν διδάσκων καὶ ἠ̃σαν καθήμενοι Φαρισαι̃οι καὶ νομοδιδάσκαλοι οἳ ἠ̃σαν ἐληλυθότες ἐκ πάσης κώμης τη̃ς Γαλιλαίας καὶ ’Ιουδαίας καὶ ’Ιερουσαλήμ καὶ δύναμις κυρίου ἠ̃ν εἰς τò ἰα̃σθαι αὐτόν
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἠ̃ν παραλελυμένος καὶ ἐζήτουν αὐτòν εἰσενεγκει̃ν καὶ θει̃ναι αὐτòν ἐνώπιον αὐτου̃
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτòν διὰ τòν ὄχλον ἀναβάντες ἐπὶ τò δω̃μα διὰ τω̃ν κεράμων καθη̃καν αὐτòν σὺν τω̨̃ κλινιδίω̨ εἰς τò μέσον ἔμπροσθεν του̃ ’Ιησου̃
20 καὶ ἰδὼν τὴν πίστιν αὐτω̃ν εἰ̃πεν ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι λέγοντες τίς ἐστιν οὑ̃τος ὃς λαλει̃ βλασφημίας τίς δύναται ἁμαρτίας ἀφει̃ναι εἰ μὴ μόνος ὁ θεός
22 ἐπιγνοὺς δὲ ὁ ’Ιησου̃ς τοὺς διαλογισμοὺς αὐτω̃ν ἀποκριθεὶς εἰ̃πεν πρòς αὐτούς τί διαλογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν
23 τί ἐστιν εὐκοπώτερον εἰπει̃ν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπει̃ν ἔγειρε καὶ περιπάτει
24 ἵνα δὲ εἰδη̃τε ὅτι ὁ υἱòς του̃ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τη̃ς γη̃ς ἀφιέναι ἁμαρτίας εἰ̃πεν τω̨̃ παραλελυμένω̨ σοὶ λέγω ἔγειρε καὶ ἄρας τò κλινίδιόν σου πορεύου εἰς τòν οἰ̃κόν σου
25 καὶ παραχρη̃μα ἀναστὰς ἐνώπιον αὐτω̃ν ἄρας ἐφ' ὃ κατέκειτο ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃ δοξάζων τòν θεόν
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τòν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον
27 καὶ μετὰ ταυ̃τα ἐξη̃λθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τò τελώνιον καὶ εἰ̃πεν αὐτω̨̃ ἀκολούθει μοι
28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτω̨̃
29 καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτω̨̃ ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ ἠ̃ν ὄχλος πολὺς τελωνω̃ν καὶ ἄλλων οἳ ἠ̃σαν μετ' αὐτω̃ν κατακείμενοι
30 καὶ ἐγόγγυζον οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς αὐτω̃ν πρòς τοὺς μαθητὰς αὐτου̃ λέγοντες διὰ τί μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίετε καὶ πίνετε
31 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατρου̃ ἀλλὰ οἱ κακω̃ς ἔχοντες
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
33 οἱ δὲ εἰ̃παν πρòς αὐτόν οἱ μαθηταὶ ’Ιωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιου̃νται ὁμοίως καὶ οἱ τω̃ν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν
34 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν ποιη̃σαι νηστευ̃σαι
35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ται̃ς ἡμέραις
36 ἔλεγεν δὲ καὶ παραβολὴν πρòς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπò ἱματίου καινου̃ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή γε καὶ τò καινòν σχίσει καὶ τω̨̃ παλαιω̨̃ οὐ συμφωνήσει τò ἐπίβλημα τò ἀπò του̃ καινου̃
37 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήξει ὁ οἰ̃νος ὁ νέος τοὺς ἀσκούς καὶ αὐτòς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολου̃νται
38 ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
39 καὶ οὐδεὶς πιὼν παλαιòν θέλει νέον λέγει γάρ ὁ παλαιòς χρηστός ἐστιν

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 6

1 ἐγένετο δὲ ἐν σαββάτω̨ διαπορεύεσθαι αὐτòν διὰ σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτου̃ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ται̃ς χερσίν
2 τινὲς δὲ τω̃ν Φαρισαίων εἰ̃παν τί ποιει̃τε ὃ οὐκ ἔξεστιν τοι̃ς σάββασιν
3 καὶ ἀποκριθεὶς πρòς αὐτοὺς εἰ̃πεν ὁ ’Ιησου̃ς οὐδὲ του̃το ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃ ὄντες
4 ὡς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ καὶ τοὺς ἄρτους τη̃ς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοι̃ς μετ' αὐτου̃ οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ μόνους τοὺς ἱερει̃ς
5 καὶ ἔλεγεν αὐτοι̃ς κύριός ἐστιν του̃ σαββάτου ὁ υἱòς του̃ ἀνθρώπου
6 ἐγένετο δὲ ἐν ἑτέρω̨ σαββάτω̨ εἰσελθει̃ν αὐτòν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἠ̃ν ἄνθρωπος ἐκει̃ καὶ ἡ χεὶρ αὐτου̃ ἡ δεξιὰ ἠ̃ν ξηρά
7 παρετηρου̃ντο δὲ αὐτòν οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι εἰ ἐν τω̨̃ σαββάτω̨ θεραπεύει ἵνα εὕρωσιν κατηγορει̃ν αὐτου̃
8 αὐτòς δὲ ἤ̨δει τοὺς διαλογισμοὺς αὐτω̃ν εἰ̃πεν δὲ τω̨̃ ἀνδρὶ τω̨̃ ξηρὰν ἔχοντι τὴν χει̃ρα ἔγειρε καὶ στη̃θι εἰς τò μέσον καὶ ἀναστὰς ἔστη
9 εἰ̃πεν δὲ ὁ ’Ιησου̃ς πρòς αὐτούς ἐπερωτω̃ ὑμα̃ς εἰ ἔξεστιν τω̨̃ σαββάτω̨ ἀγαθοποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀπολέσαι
10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἰ̃πεν αὐτω̨̃ ἔκτεινον τὴν χει̃ρά σου ὁ δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃
11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρòς ἀλλήλους τί ἂν ποιήσαιεν τω̨̃ ’Ιησου̃
12 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ταύταις ἐξελθει̃ν αὐτòν εἰς τò ὄρος προσεύξασθαι καὶ ἠ̃ν διανυκτερεύων ἐν τη̨̃ προσευχη̨̃ του̃ θεου̃
13 καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτου̃ καὶ ἐκλεξάμενος ἀπ' αὐτω̃ν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν
14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ ’Ανδρέαν τòν ἀδελφòν αὐτου̃ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην καὶ Φίλιππον καὶ Βαρθολομαι̃ον
15 καὶ Μαθθαι̃ον καὶ θωμα̃ν καὶ ’Ιάκωβον ‘Αλφαίου καὶ Σίμωνα τòν καλούμενον Ζηλωτὴν
16 καὶ ’Ιούδαν ’Ιακώβου καὶ ’Ιούδαν ’Ισκαριώθ ὃς ἐγένετο προδότης
17 καὶ καταβὰς μετ' αὐτω̃ν ἔστη ἐπὶ τόπου πεδινου̃ καὶ ὄχλος πολὺς μαθητω̃ν αὐτου̃ καὶ πλη̃θος πολὺ του̃ λαου̃ ἀπò πάσης τη̃ς ’Ιουδαίας καὶ ’Ιερουσαλὴμ καὶ τη̃ς παραλίου Τύρου καὶ Σιδω̃νος
18 οἳ ἠ̃λθον ἀκου̃σαι αὐτου̃ καὶ ἰαθη̃ναι ἀπò τω̃ν νόσων αὐτω̃ν καὶ οἱ ἐνοχλούμενοι ἀπò πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο
19 καὶ πα̃ς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτου̃ ὅτι δύναμις παρ' αὐτου̃ ἐξήρχετο καὶ ἰα̃το πάντας
20 καὶ αὐτòς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰς τοὺς μαθητὰς αὐτου̃ ἔλεγεν μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία του̃ θεου̃
21 μακάριοι οἱ πεινω̃ντες νυ̃ν ὅτι χορτασθήσεσθε μακάριοι οἱ κλαίοντες νυ̃ν ὅτι γελάσετε
22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμα̃ς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμα̃ς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τò ὄνομα ὑμω̃ν ὡς πονηρòν ἕνεκα του̃ υἱου̃ του̃ ἀνθρώπου
23 χάρητε ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ σκιρτήσατε ἰδοὺ γὰρ ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τω̨̃ οὐρανω̨̃ κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοι̃ς προφήταις οἱ πατέρες αὐτω̃ν
24 πλὴν οὐαὶ ὑμι̃ν τοι̃ς πλουσίοις ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμω̃ν
25 οὐαὶ ὑμι̃ν οἱ ἐμπεπλησμένοι νυ̃ν ὅτι πεινάσετε οὐαί οἱ γελω̃ντες νυ̃ν ὅτι πενθήσετε καὶ κλαύσετε
26 οὐαὶ ὅταν ὑμα̃ς καλω̃ς εἴπωσιν πάντες οἱ ἄνθρωποι κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοι̃ς ψευδοπροφήταις οἱ πατέρες αὐτω̃ν
27 ἀλλὰ ὑμι̃ν λέγω τοι̃ς ἀκούουσιν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καλω̃ς ποιει̃τε τοι̃ς μισου̃σιν ὑμα̃ς
28 εὐλογει̃τε τοὺς καταρωμένους ὑμα̃ς προσεύχεσθε περὶ τω̃ν ἐπηρεαζόντων ὑμα̃ς
29 τω̨̃ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ ἀπò του̃ αἴροντός σου τò ἱμάτιον καὶ τòν χιτω̃να μὴ κωλύση̨ς
30 παντὶ αἰτου̃ντί σε δίδου καὶ ἀπò του̃ αἴροντος τὰ σὰ μὴ ἀπαίτει
31 καὶ καθὼς θέλετε ἵνα ποιω̃σιν ὑμι̃ν οἱ ἄνθρωποι ποιει̃τε αὐτοι̃ς ὁμοίως
32 καὶ εἰ ἀγαπα̃τε τοὺς ἀγαπω̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπω̃ντας αὐτοὺς ἀγαπω̃σιν
33 καὶ γὰρ ἐὰν ἀγαθοποιη̃τε τοὺς ἀγαθοποιου̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ οἱ ἁμαρτωλοὶ τò αὐτò ποιου̃σιν
34 καὶ ἐὰν δανίσητε παρ' ὡ̃ν ἐλπίζετε λαβει̃ν ποία ὑμι̃ν χάρις ἐστίν καὶ ἁμαρτωλοὶ ἁμαρτωλοι̃ς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα
35 πλὴν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ ἀγαθοποιει̃τε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες καὶ ἔσται ὁ μισθòς ὑμω̃ν πολύς καὶ ἔσεσθε υἱοὶ ὑψίστου ὅτι αὐτòς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς
36 γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμω̃ν οἰκτίρμων ἐστίν
37 καὶ μὴ κρίνετε καὶ οὐ μὴ κριθη̃τε καὶ μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθη̃τε ἀπολύετε καὶ ἀπολυθήσεσθε
38 δίδοτε καὶ δοθήσεται ὑμι̃ν μέτρον καλòν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τòν κόλπον ὑμω̃ν ὡ̨̃ γὰρ μέτρω̨ μετρει̃τε ἀντιμετρηθήσεται ὑμι̃ν
39 εἰ̃πεν δὲ καὶ παραβολὴν αὐτοι̃ς μήτι δύναται τυφλòς τυφλòν ὁδηγει̃ν οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσου̃νται
40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τòν διδάσκαλον κατηρτισμένος δὲ πα̃ς ἔσται ὡς ὁ διδάσκαλος αὐτου̃
41 τί δὲ βλέπεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου τὴν δὲ δοκòν τὴν ἐν τω̨̃ ἰδίω̨ ὀφθαλμω̨̃ οὐ κατανοει̃ς
42 πω̃ς δύνασαι λέγειν τω̨̃ ἀδελφω̨̃ σου ἀδελφέ ἄφες ἐκβάλω τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ σου αὐτòς τὴν ἐν τω̨̃ ὀφθαλμω̨̃ σου̃ δοκòν οὐ βλέπων ὑποκριτά ἔκβαλε πρω̃τον τὴν δοκòν ἐκ του̃ ὀφθαλμου̃ σου̃ καὶ τότε διαβλέψεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου ἐκβαλει̃ν
43 οὐ γάρ ἐστιν δένδρον καλòν ποιου̃ν καρπòν σαπρόν οὐδὲ πάλιν δένδρον σαπρòν ποιου̃ν καρπòν καλόν
44 ἕκαστον γὰρ δένδρον ἐκ του̃ ἰδίου καρπου̃ γινώσκεται οὐ γὰρ ἐξ ἀκανθω̃ν συλλέγουσιν συ̃κα οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγω̃σιν
45 ὁ ἀγαθòς ἄνθρωπος ἐκ του̃ ἀγαθου̃ θησαυρου̃ τη̃ς καρδίας προφέρει τò ἀγαθόν καὶ ὁ πονηρòς ἐκ του̃ πονηρου̃ προφέρει τò πονηρόν ἐκ γὰρ περισσεύματος καρδίας λαλει̃ τò στόμα αὐτου̃
46 τί δέ με καλει̃τε κύριε κύριε καὶ οὐ ποιει̃τε ἃ λέγω
47 πα̃ς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τω̃ν λόγων καὶ ποιω̃ν αὐτούς ὑποδείξω ὑμι̃ν τίνι ἐστὶν ὅμοιος
48 ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδομου̃ντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμòς τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ οὐκ ἴσχυσεν σαλευ̃σαι αὐτὴν διὰ τò καλω̃ς οἰκοδομη̃σθαι αὐτήν
49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γη̃ν χωρὶς θεμελίου ἡ̨̃ προσέρηξεν ὁ ποταμός καὶ εὐθὺς συνέπεσεν καὶ ἐγένετο τò ῥη̃γμα τη̃ς οἰκίας ἐκείνης μέγα

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 7

1 ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτου̃ εἰς τὰς ἀκοὰς του̃ λαου̃ εἰση̃λθεν εἰς Καφαρναούμ
2 ἑκατοντάρχου δέ τινος δου̃λος κακω̃ς ἔχων ἤμελλεν τελευτα̃ν ὃς ἠ̃ν αὐτω̨̃ ἔντιμος
3 ἀκούσας δὲ περὶ του̃ ’Ιησου̃ ἀπέστειλεν πρòς αὐτòν πρεσβυτέρους τω̃ν ’Ιουδαίων ἐρωτω̃ν αὐτòν ὅπως ἐλθὼν διασώση̨ τòν δου̃λον αὐτου̃
4 οἱ δὲ παραγενόμενοι πρòς τòν ’Ιησου̃ν παρεκάλουν αὐτòν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ὡ̨̃ παρέξη̨ του̃το
5 ἀγαπα̨̃ γὰρ τò ἔθνος ἡμω̃ν καὶ τὴν συναγωγὴν αὐτòς ὠ̨κοδόμησεν ἡμι̃ν
6 ὁ δὲ ’Ιησου̃ς ἐπορεύετο σὺν αὐτοι̃ς ἤδη δὲ αὐτου̃ οὐ μακρὰν ἀπέχοντος ἀπò τη̃ς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτω̨̃ κύριε μὴ σκύλλου οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπò τὴν στέγην μου εἰσέλθη̨ς
7 διò οὐδὲ ἐμαυτòν ἠξίωσα πρòς σὲ ἐλθει̃ν ἀλλὰ εἰπὲ λόγω̨ καὶ ἰαθήτω ὁ παι̃ς μου
8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπò ἐξουσίαν τασσόμενος ἔχων ὑπ' ἐμαυτòν στρατιώτας καὶ λέγω τούτω̨ πορεύθητι καὶ πορεύεται καὶ ἄλλω̨ ἔρχου καὶ ἔρχεται καὶ τω̨̃ δούλω̨ μου ποίησον του̃το καὶ ποιει̃
9 ἀκούσας δὲ ταυ̃τα ὁ ’Ιησου̃ς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τω̨̃ ἀκολουθου̃ντι αὐτω̨̃ ὄχλω̨ εἰ̃πεν λέγω ὑμι̃ν οὐδὲ ἐν τω̨̃ ’Ισραὴλ τοσαύτην πίστιν εὑ̃ρον
10 καὶ ὑποστρέψαντες εἰς τòν οἰ̃κον οἱ πεμφθέντες εὑ̃ρον τòν δου̃λον ὑγιαίνοντα
11 καὶ ἐγένετο ἐν τω̨̃ ἑξη̃ς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ καὶ ὄχλος πολύς
12 ὡς δὲ ἤγγισεν τη̨̃ πύλη̨ τη̃ς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱòς τη̨̃ μητρὶ αὐτου̃ καὶ αὐτὴ ἠ̃ν χήρα καὶ ὄχλος τη̃ς πόλεως ἱκανòς ἠ̃ν σὺν αὐτη̨̃
13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτη̨̃ καὶ εἰ̃πεν αὐτη̨̃ μὴ κλαι̃ε
14 καὶ προσελθὼν ἥψατο τη̃ς σορου̃ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἰ̃πεν νεανίσκε σοὶ λέγω ἐγέρθητι
15 καὶ ἀνεκάθισεν ὁ νεκρòς καὶ ἤρξατο λαλει̃ν καὶ ἔδωκεν αὐτòν τη̨̃ μητρὶ αὐτου̃
16 ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τòν θεòν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμι̃ν καὶ ὅτι ἐπεσκέψατο ὁ θεòς τòν λαòν αὐτου̃
17 καὶ ἐξη̃λθεν ὁ λόγος οὑ̃τος ἐν ὅλη̨ τη̨̃ ’Ιουδαία̨ περὶ αὐτου̃ καὶ πάση̨ τη̨̃ περιχώρω̨
18 καὶ ἀπήγγειλαν ’Ιωάννη̨ οἱ μαθηταὶ αὐτου̃ περὶ πάντων τούτων καὶ προσκαλεσάμενος δύο τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὁ ’Ιωάννης
19 ἔπεμψεν πρòς τòν κύριον λέγων σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκω̃μεν
20 παραγενόμενοι δὲ πρòς αὐτòν οἱ ἄνδρες εἰ̃παν ’Ιωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμα̃ς πρòς σὲ λέγων σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκω̃μεν
21 ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐθεράπευσεν πολλοὺς ἀπò νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρω̃ν καὶ τυφλοι̃ς πολλοι̃ς ἐχαρίσατο βλέπειν
22 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἀπαγγείλατε ’Ιωάννη̨ ἃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατου̃σιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθη̨̃ ἐν ἐμοί
24 ἀπελθόντων δὲ τω̃ν ἀγγέλων ’Ιωάννου ἤρξατο λέγειν πρòς τοὺς ὄχλους περὶ ’Ιωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπò ἀνέμου σαλευόμενον
25 ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν ἄνθρωπον ἐν μαλακοι̃ς ἱματίοις ἠμφιεσμένον ἰδοὺ οἱ ἐν ἱματισμω̨̃ ἐνδόξω̨ καὶ τρυφη̨̃ ὑπάρχοντες ἐν τοι̃ς βασιλείοις εἰσίν
26 ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν προφήτην ναί λέγω ὑμι̃ν καὶ περισσότερον προφήτου
27 οὑ̃τός ἐστιν περὶ οὑ̃ γέγραπται ἰδοὺ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
28 λέγω ὑμι̃ν μείζων ἐν γεννητοι̃ς γυναικω̃ν ’Ιωάννου οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ μείζων αὐτου̃ ἐστιν
29 καὶ πα̃ς ὁ λαòς ἀκούσας καὶ οἱ τελω̃ναι ἐδικαίωσαν τòν θεόν βαπτισθέντες τò βάπτισμα ’Ιωάννου
30 οἱ δὲ Φαρισαι̃οι καὶ οἱ νομικοὶ τὴν βουλὴν του̃ θεου̃ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ' αὐτου̃
31 τίνι οὐ̃ν ὁμοιώσω τοὺς ἀνθρώπους τη̃ς γενεα̃ς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι
32 ὅμοιοί εἰσιν παιδίοις τοι̃ς ἐν ἀγορα̨̃ καθημένοις καὶ προσφωνου̃σιν ἀλλήλοις ἃ λέγει ηὐλήσαμεν ὑμι̃ν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε
33 ἐλήλυθεν γὰρ ’Ιωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἰ̃νον καὶ λέγετε δαιμόνιον ἔχει
34 ἐλήλυθεν ὁ υἱòς του̃ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης φίλος τελωνω̃ν καὶ ἁμαρτωλω̃ν
35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπò πάντων τω̃ν τέκνων αὐτη̃ς
36 ἠρώτα δέ τις αὐτòν τω̃ν Φαρισαίων ἵνα φάγη̨ μετ' αὐτου̃ καὶ εἰσελθὼν εἰς τòν οἰ̃κον του̃ Φαρισαίου κατεκλίθη
37 καὶ ἰδοὺ γυνὴ ἥτις ἠ̃ν ἐν τη̨̃ πόλει ἁμαρτωλός καὶ ἐπιγνου̃σα ὅτι κατάκειται ἐν τη̨̃ οἰκία̨ του̃ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου
38 καὶ στα̃σα ὀπίσω παρὰ τοὺς πόδας αὐτου̃ κλαίουσα τοι̃ς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτου̃ καὶ ται̃ς θριξὶν τη̃ς κεφαλη̃ς αὐτη̃ς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτου̃ καὶ ἤλειφεν τω̨̃ μύρω̨
39 ἰδὼν δὲ ὁ Φαρισαι̃ος ὁ καλέσας αὐτòν εἰ̃πεν ἐν ἑαυτω̨̃ λέγων οὑ̃τος εἰ ἠ̃ν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτου̃ ὅτι ἁμαρτωλός ἐστιν
40 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Σίμων ἔχω σοί τι εἰπει̃ν ὁ δέ διδάσκαλε εἰπέ φησίν
41 δύο χρεοφειλέται ἠ̃σαν δανιστη̨̃ τινι ὁ εἱ̃ς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα
42 μὴ ἐχόντων αὐτω̃ν ἀποδου̃ναι ἀμφοτέροις ἐχαρίσατο τίς οὐ̃ν αὐτω̃ν πλει̃ον ἀγαπήσει αὐτόν
43 ἀποκριθεὶς Σίμων εἰ̃πεν ὑπολαμβάνω ὅτι ὡ̨̃ τò πλει̃ον ἐχαρίσατο ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ὀρθω̃ς ἔκρινας
44 καὶ στραφεὶς πρòς τὴν γυναι̃κα τω̨̃ Σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναι̃κα εἰση̃λθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοι̃ς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ται̃ς θριξὶν αὐτη̃ς ἐξέμαξεν
45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ' ἡ̃ς εἰση̃λθον οὐ διέλιπεν καταφιλου̃σά μου τοὺς πόδας
46 ἐλαίω̨ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρω̨ ἤλειψεν τοὺς πόδας μου
47 οὑ̃ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτη̃ς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ὡ̨̃ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπα̨̃
48 εἰ̃πεν δὲ αὐτη̨̃ ἀφέωνταί σου αἱ ἁμαρτίαι
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοι̃ς τίς οὑ̃τός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν
50 εἰ̃πεν δὲ πρòς τὴν γυναι̃κα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 8

1 καὶ ἐγένετο ἐν τω̨̃ καθεξη̃ς καὶ αὐτòς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν του̃ θεου̃ καὶ οἱ δώδεκα σὺν αὐτω̨̃
2 καὶ γυναι̃κές τινες αἳ ἠ̃σαν τεθεραπευμέναι ἀπò πνευμάτων πονηρω̃ν καὶ ἀσθενειω̃ν Μαρία ἡ καλουμένη Μαγδαληνή ἀφ' ἡ̃ς δαιμόνια ἑπτὰ ἐξεληλύθει
3 καὶ ’Ιωάννα γυνὴ Χουζα̃ ἐπιτρόπου ‘Ηρώ̨δου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτοι̃ς ἐκ τω̃ν ὑπαρχόντων αὐται̃ς
4 συνιόντος δὲ ὄχλου πολλου̃ καὶ τω̃ν κατὰ πόλιν ἐπιπορευομένων πρòς αὐτòν εἰ̃πεν διὰ παραβολη̃ς
5 ἐξη̃λθεν ὁ σπείρων του̃ σπει̃ραι τòν σπόρον αὐτου̃ καὶ ἐν τω̨̃ σπείρειν αὐτòν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατέφαγεν αὐτό
6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τò μὴ ἔχειν ἰκμάδα
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσω̨ τω̃ν ἀκανθω̃ν καὶ συμφυει̃σαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό
8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γη̃ν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπòν ἑκατονταπλασίονα ταυ̃τα λέγων ἐφώνει ὁ ἔχων ὠ̃τα ἀκούειν ἀκουέτω
9 ἐπηρώτων δὲ αὐτòν οἱ μαθηταὶ αὐτου̃ τίς αὕτη εἴη ἡ παραβολή
10 ὁ δὲ εἰ̃πεν ὑμι̃ν δέδοται γνω̃ναι τὰ μυστήρια τη̃ς βασιλείας του̃ θεου̃ τοι̃ς δὲ λοιποι̃ς ἐν παραβολαι̃ς ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιω̃σιν
11 ἔστιν δὲ αὕτη ἡ παραβολή ὁ σπόρος ἐστὶν ὁ λόγος του̃ θεου̃
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες εἰ̃τα ἔρχεται ὁ διάβολος καὶ αἴρει τòν λόγον ἀπò τη̃ς καρδίας αὐτω̃ν ἵνα μὴ πιστεύσαντες σωθω̃σιν
13 οἱ δὲ ἐπὶ τη̃ς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρα̃ς δέχονται τòν λόγον καὶ οὑ̃τοι ῥίζαν οὐκ ἔχουσιν οἳ πρòς καιρòν πιστεύουσιν καὶ ἐν καιρω̨̃ πειρασμου̃ ἀφίστανται
14 τò δὲ εἰς τὰς ἀκάνθας πεσόν οὑ̃τοί εἰσιν οἱ ἀκούσαντες καὶ ὑπò μεριμνω̃ν καὶ πλούτου καὶ ἡδονω̃ν του̃ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφορου̃σιν
15 τò δὲ ἐν τη̨̃ καλη̨̃ γη̨̃ οὑ̃τοί εἰσιν οἵτινες ἐν καρδία̨ καλη̨̃ καὶ ἀγαθη̨̃ ἀκούσαντες τòν λόγον κατέχουσιν καὶ καρποφορου̃σιν ἐν ὑπομονη̨̃
16 οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτòν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ' ἐπὶ λυχνίας τίθησιν ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τò φω̃ς
17 οὐ γάρ ἐστιν κρυπτòν ὃ οὐ φανερòν γενήσεται οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθη̨̃ καὶ εἰς φανερòν ἔλθη̨
18 βλέπετε οὐ̃ν πω̃ς ἀκούετε ὃς ἂν γὰρ ἔχη̨ δοθήσεται αὐτω̨̃ καὶ ὃς ἂν μὴ ἔχη̨ καὶ ὃ δοκει̃ ἔχειν ἀρθήσεται ἀπ' αὐτου̃
19 παρεγένετο δὲ πρòς αὐτòν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οὐκ ἠδύναντο συντυχει̃ν αὐτω̨̃ διὰ τòν ὄχλον
20 ἀπηγγέλη δὲ αὐτω̨̃ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδει̃ν θέλοντές σε
21 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν πρòς αὐτούς μήτηρ μου καὶ ἀδελφοί μου οὑ̃τοί εἰσιν οἱ τòν λόγον του̃ θεου̃ ἀκούοντες καὶ ποιου̃ντες
22 ἐγένετο δὲ ἐν μια̨̃ τω̃ν ἡμερω̃ν καὶ αὐτòς ἐνέβη εἰς πλοι̃ον καὶ οἱ μαθηταὶ αὐτου̃ καὶ εἰ̃πεν πρòς αὐτούς διέλθωμεν εἰς τò πέραν τη̃ς λίμνης καὶ ἀνήχθησαν
23 πλεόντων δὲ αὐτω̃ν ἀφύπνωσεν καὶ κατέβη λαι̃λαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληρου̃ντο καὶ ἐκινδύνευον
24 προσελθόντες δὲ διήγειραν αὐτòν λέγοντες ἐπιστάτα ἐπιστάτα ἀπολλύμεθα ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τω̨̃ ἀνέμω̨ καὶ τω̨̃ κλύδωνι του̃ ὕδατος καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη
25 εἰ̃πεν δὲ αὐτοι̃ς που̃ ἡ πίστις ὑμω̃ν φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρòς ἀλλήλους τίς ἄρα οὑ̃τός ἐστιν ὅτι καὶ τοι̃ς ἀνέμοις ἐπιτάσσει καὶ τω̨̃ ὕδατι καὶ ὑπακούουσιν αὐτω̨̃
26 καὶ κατέπλευσαν εἰς τὴν χώραν τω̃ν γερασηνω̃ν ἥτις ἐστὶν ἀντιπέρα τη̃ς Γαλιλαίας
27 ἐξελθόντι δὲ αὐτω̨̃ ἐπὶ τὴν γη̃ν ὑπήντησεν ἀνήρ τις ἐκ τη̃ς πόλεως ἔχων δαιμόνια καὶ χρόνω̨ ἱκανω̨̃ οὐκ ἐνεδύσατο ἱμάτιον καὶ ἐν οἰκία̨ οὐκ ἔμενεν ἀλλ' ἐν τοι̃ς μνήμασιν
28 ἰδὼν δὲ τòν ’Ιησου̃ν ἀνακράξας προσέπεσεν αὐτω̨̃ καὶ φωνη̨̃ μεγάλη̨ εἰ̃πεν τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου δέομαί σου μή με βασανίση̨ς
29 παρήγγειλεν γὰρ τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ ἐξελθει̃ν ἀπò του̃ ἀνθρώπου πολλοι̃ς γὰρ χρόνοις συνηρπάκει αὐτόν καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπò του̃ δαιμονίου εἰς τὰς ἐρήμους
30 ἐπηρώτησεν δὲ αὐτòν ὁ ’Ιησου̃ς τί σοι ὄνομά ἐστιν ὁ δὲ εἰ̃πεν λεγιών ὅτι εἰση̃λθεν δαιμόνια πολλὰ εἰς αὐτόν
31 καὶ παρεκάλουν αὐτòν ἵνα μὴ ἐπιτάξη̨ αὐτοι̃ς εἰς τὴν ἄβυσσον ἀπελθει̃ν
32 ἠ̃ν δὲ ἐκει̃ ἀγέλη χοίρων ἱκανω̃ν βοσκομένη ἐν τω̨̃ ὄρει καὶ παρεκάλεσαν αὐτòν ἵνα ἐπιτρέψη̨ αὐτοι̃ς εἰς ἐκείνους εἰσελθει̃ν καὶ ἐπέτρεψεν αὐτοι̃ς
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπò του̃ ἀνθρώπου εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη
34 ἰδόντες δὲ οἱ βόσκοντες τò γεγονòς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς
35 ἐξη̃λθον δὲ ἰδει̃ν τò γεγονòς καὶ ἠ̃λθον πρòς τòν ’Ιησου̃ν καὶ εὑ̃ρον καθήμενον τòν ἄνθρωπον ἀφ' οὑ̃ τὰ δαιμόνια ἐξη̃λθεν ἱματισμένον καὶ σωφρονου̃ντα παρὰ τοὺς πόδας του̃ ’Ιησου̃ καὶ ἐφοβήθησαν
36 ἀπήγγειλαν δὲ αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐσώθη ὁ δαιμονισθείς
37 καὶ ἠρώτησεν αὐτòν ἅπαν τò πλη̃θος τη̃ς περιχώρου τω̃ν γερασηνω̃ν ἀπελθει̃ν ἀπ' αὐτω̃ν ὅτι φόβω̨ μεγάλω̨ συνείχοντο αὐτòς δὲ ἐμβὰς εἰς πλοι̃ον ὑπέστρεψεν
38 ἐδει̃το δὲ αὐτου̃ ὁ ἀνὴρ ἀφ' οὑ̃ ἐξεληλύθει τὰ δαιμόνια εἰ̃ναι σὺν αὐτω̨̃ ἀπέλυσεν δὲ αὐτòν λέγων
39 ὑπόστρεφε εἰς τòν οἰ̃κόν σου καὶ διηγου̃ ὅσα σοι ἐποίησεν ὁ θεός καὶ ἀπη̃λθεν καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς
40 ἐν δὲ τω̨̃ ὑποστρέφειν τòν ’Ιησου̃ν ἀπεδέξατο αὐτòν ὁ ὄχλος ἠ̃σαν γὰρ πάντες προσδοκω̃ντες αὐτόν
41 καὶ ἰδοὺ ἠ̃λθεν ἀνὴρ ὡ̨̃ ὄνομα ’Ιά ϊρος καὶ οὑ̃τος ἄρχων τη̃ς συναγωγη̃ς ὑπη̃ρχεν καὶ πεσὼν παρὰ τοὺς πόδας του̃ ’Ιησου̃ παρεκάλει αὐτòν εἰσελθει̃ν εἰς τòν οἰ̃κον αὐτου̃
42 ὅτι θυγάτηρ μονογενὴς ἠ̃ν αὐτω̨̃ ὡς ἐτω̃ν δώδεκα καὶ αὐτὴ ἀπέθνη̨σκεν ἐν δὲ τω̨̃ ὑπάγειν αὐτòν οἱ ὄχλοι συνέπνιγον αὐτόν
43 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος ἀπò ἐτω̃ν δώδεκα ἥτις ἰατροι̃ς προσαναλώσασα ὅλον τòν βίον οὐκ ἴσχυσεν ἀπ' οὐδενòς θεραπευθη̃ναι
44 προσελθου̃σα ὄπισθεν ἥψατο του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ καὶ παραχρη̃μα ἔστη ἡ ῥύσις του̃ αἵματος αὐτη̃ς
45 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς τίς ὁ ἁψάμενός μου ἀρνουμένων δὲ πάντων εἰ̃πεν ὁ Πέτρος ἐπιστάτα οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν
46 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυι̃αν ἀπ' ἐμου̃
47 ἰδου̃σα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἠ̃λθεν καὶ προσπεσου̃σα αὐτω̨̃ δι' ἣν αἰτίαν ἥψατο αὐτου̃ ἀπήγγειλεν ἐνώπιον παντòς του̃ λαου̃ καὶ ὡς ἰάθη παραχρη̃μα
48 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην
49 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχεταί τις παρὰ του̃ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου μηκέτι σκύλλε τòν διδάσκαλον
50 ὁ δὲ ’Ιησου̃ς ἀκούσας ἀπεκρίθη αὐτω̨̃ μὴ φοβου̃ μόνον πίστευσον καὶ σωθήσεται
51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφη̃κεν εἰσελθει̃ν τινα σὺν αὐτω̨̃ εἰ μὴ Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον καὶ τòν πατέρα τη̃ς παιδòς καὶ τὴν μητέρα
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν ὁ δὲ εἰ̃πεν μὴ κλαίετε οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει
53 καὶ κατεγέλων αὐτου̃ εἰδότες ὅτι ἀπέθανεν
54 αὐτòς δὲ κρατήσας τη̃ς χειρòς αὐτη̃ς ἐφώνησεν λέγων ἡ παι̃ς ἔγειρε
55 καὶ ἐπέστρεψεν τò πνευ̃μα αὐτη̃ς καὶ ἀνέστη παραχρη̃μα καὶ διέταξεν αὐτη̨̃ δοθη̃ναι φαγει̃ν
56 καὶ ἐξέστησαν οἱ γονει̃ς αὐτη̃ς ὁ δὲ παρήγγειλεν αὐτοι̃ς μηδενὶ εἰπει̃ν τò γεγονός

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 9,  στἰχοι 1-50

1 συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοι̃ς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν του̃ θεου̃ καὶ ἰα̃σθαι τοὺς ἀσθενει̃ς
3 καὶ εἰ̃πεν πρòς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτω̃νας ἔχειν
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκει̃ μένετε καὶ ἐκει̃θεν ἐξέρχεσθε
5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμα̃ς ἐξερχόμενοι ἀπò τη̃ς πόλεως ἐκείνης τòν κονιορτòν ἀπò τω̃ν ποδω̃ν ὑμω̃ν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ' αὐτούς
6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχου̃
7 ἤκουσεν δὲ ‘Ηρώ̨δης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τò λέγεσθαι ὑπό τινων ὅτι ’Ιωάννης ἠγέρθη ἐκ νεκρω̃ν
8 ὑπό τινων δὲ ὅτι ’Ηλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης τις τω̃ν ἀρχαίων ἀνέστη
9 εἰ̃πεν δὲ ‘Ηρώ̨δης ’Ιωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὑ̃τος περὶ οὑ̃ ἀκούω τοιαυ̃τα καὶ ἐζήτει ἰδει̃ν αὐτόν
10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτω̨̃ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτω̨̃ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοι̃ς περὶ τη̃ς βασιλείας του̃ θεου̃ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰα̃το
12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἰ̃παν αὐτω̨̃ ἀπόλυσον τòν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλω̨ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὡ̃δε ἐν ἐρήμω̨ τόπω̨ ἐσμέν
13 εἰ̃πεν δὲ πρòς αὐτούς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν οἱ δὲ εἰ̃παν οὐκ εἰσὶν ἡμι̃ν πλει̃ον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμει̃ς ἀγοράσωμεν εἰς πάντα τòν λαòν του̃τον βρώματα
14 ἠ̃σαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἰ̃πεν δὲ πρòς τοὺς μαθητὰς αὐτου̃ κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα
15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς παραθει̃ναι τω̨̃ ὄχλω̨
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τò περισσευ̃σαν αὐτοι̃ς κλασμάτων κόφινοι δώδεκα
18 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν προσευχόμενον κατὰ μόνας συνη̃σαν αὐτω̨̃ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων τίνα με λέγουσιν οἱ ὄχλοι εἰ̃ναι
19 οἱ δὲ ἀποκριθέντες εἰ̃παν ’Ιωάννην τòν βαπτιστήν ἄλλοι δὲ ’Ηλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τω̃ν ἀρχαίων ἀνέστη
20 εἰ̃πεν δὲ αὐτοι̃ς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι Πέτρος δὲ ἀποκριθεὶς εἰ̃πεν τòν Χριστòν του̃ θεου̃
21 ὁ δὲ ἐπιτιμήσας αὐτοι̃ς παρήγγειλεν μηδενὶ λέγειν του̃το
22 εἰπὼν ὅτι δει̃ τòν υἱòν του̃ ἀνθρώπου πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ἀπò τω̃ν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθη̃ναι
23 ἔλεγεν δὲ πρòς πάντας εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καθ' ἡμέραν καὶ ἀκολουθείτω μοι
24 ὃς γὰρ ἂν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ οὑ̃τος σώσει αὐτήν
25 τί γὰρ ὠφελει̃ται ἄνθρωπος κερδήσας τòν κόσμον ὅλον ἑαυτòν δὲ ἀπολέσας ἢ ζημιωθείς
26 ὃς γὰρ ἂν ἐπαισχυνθη̨̃ με καὶ τοὺς ἐμοὺς λόγους του̃τον ὁ υἱòς του̃ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθη̨ ἐν τη̨̃ δόξη̨ αὐτου̃ καὶ του̃ πατρòς καὶ τω̃ν ἁγίων ἀγγέλων
27 λέγω δὲ ὑμι̃ν ἀληθω̃ς εἰσίν τινες τω̃ν αὐτου̃ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν του̃ θεου̃
28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον ἀνέβη εἰς τò ὄρος προσεύξασθαι
29 καὶ ἐγένετο ἐν τω̨̃ προσεύχεσθαι αὐτòν τò εἰ̃δος του̃ προσώπου αὐτου̃ ἕτερον καὶ ὁ ἱματισμòς αὐτου̃ λευκòς ἐξαστράπτων
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτω̨̃ οἵτινες ἠ̃σαν Μωϋση̃ς καὶ ’Ηλίας
31 οἳ ὀφθέντες ἐν δόξη̨ ἔλεγον τὴν ἔξοδον αὐτου̃ ἣν ἤμελλεν πληρου̃ν ἐν ’Ιερουσαλήμ
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτω̨̃ ἠ̃σαν βεβαρημένοι ὕπνω̨ διαγρηγορήσαντες δὲ εἰ̃δον τὴν δόξαν αὐτου̃ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστω̃τας αὐτω̨̃
33 καὶ ἐγένετο ἐν τω̨̃ διαχωρίζεσθαι αὐτοὺς ἀπ' αὐτου̃ εἰ̃πεν ὁ Πέτρος πρòς τòν ’Ιησου̃ν ἐπιστάτα καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν σκηνὰς τρει̃ς μίαν σοὶ καὶ μίαν Μωϋσει̃ καὶ μίαν ’Ηλία̨ μὴ εἰδὼς ὃ λέγει
34 ταυ̃τα δὲ αὐτου̃ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τω̨̃ εἰσελθει̃ν αὐτοὺς εἰς τὴν νεφέλην
35 καὶ φωνὴ ἐγένετο ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτου̃ ἀκούετε
36 καὶ ἐν τω̨̃ γενέσθαι τὴν φωνὴν εὑρέθη ’Ιησου̃ς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ται̃ς ἡμέραις οὐδὲν ὡ̃ν ἑώρακαν
37 ἐγένετο δὲ τη̨̃ ἑξη̃ς ἡμέρα̨ κατελθόντων αὐτω̃ν ἀπò του̃ ὄρους συνήντησεν αὐτω̨̃ ὄχλος πολύς
38 καὶ ἰδοὺ ἀνὴρ ἀπò του̃ ὄχλου ἐβόησεν λέγων διδάσκαλε δέομαί σου ἐπιβλέψαι ἐπὶ τòν υἱόν μου ὅτι μονογενής μοί ἐστιν
39 καὶ ἰδοὺ πνευ̃μα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτòν μετὰ ἀφρου̃ καὶ μόγις ἀποχωρει̃ ἀπ' αὐτου̃ συντρι̃βον αὐτόν
40 καὶ ἐδεήθην τω̃ν μαθητω̃ν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν
41 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ὠ̃ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρòς ὑμα̃ς καὶ ἀνέξομαι ὑμω̃ν προσάγαγε ὡ̃δε τòν υἱόν σου
42 ἔτι δὲ προσερχομένου αὐτου̃ ἔρρηξεν αὐτòν τò δαιμόνιον καὶ συνεσπάραξεν ἐπετίμησεν δὲ ὁ ’Ιησου̃ς τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ καὶ ἰάσατο τòν παι̃δα καὶ ἀπέδωκεν αὐτòν τω̨̃ πατρὶ αὐτου̃
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τη̨̃ μεγαλειότητι του̃ θεου̃ πάντων δὲ θαυμαζόντων ἐπὶ πα̃σιν οἱ̃ς ἐποίει εἰ̃πεν πρòς τοὺς μαθητὰς αὐτου̃
44 θέσθε ὑμει̃ς εἰς τὰ ὠ̃τα ὑμω̃ν τοὺς λόγους τούτους ὁ γὰρ υἱòς του̃ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χει̃ρας ἀνθρώπων
45 οἱ δὲ ἠγνόουν τò ῥη̃μα του̃το καὶ ἠ̃ν παρακεκαλυμμένον ἀπ' αὐτω̃ν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβου̃ντο ἐρωτη̃σαι αὐτòν περὶ του̃ ῥήματος τούτου
46 εἰση̃λθεν δὲ διαλογισμòς ἐν αὐτοι̃ς τò τίς ἂν εἴη μείζων αὐτω̃ν
47 ὁ δὲ ’Ιησου̃ς εἰδὼς τòν διαλογισμòν τη̃ς καρδίας αὐτω̃ν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτò παρ' ἑαυτω̨̃
48 καὶ εἰ̃πεν αὐτοι̃ς ὃς ἐὰν δέξηται του̃το τò παιδίον ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τòν ἀποστείλαντά με ὁ γὰρ μικρότερος ἐν πα̃σιν ὑμι̃ν ὑπάρχων οὑ̃τός ἐστιν μέγας
49 ἀποκριθεὶς δὲ ’Ιωάννης εἰ̃πεν ἐπιστάτα εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτòν ὅτι οὐκ ἀκολουθει̃ μεθ' ἡμω̃ν
50 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ' ὑμω̃ν ὑπὲρ ὑμω̃ν ἐστιν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).