ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 4,
στἰχοι 31-44
31 καὶ κατη̃λθεν εἰς Καφαρναοὺμ πόλιν τη̃ς Γαλιλαίας καὶ ἠ̃ν διδάσκων αὐτοὺς ἐν τοι̃ς σάββασιν |
32 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ὅτι ἐν ἐξουσία̨ ἠ̃ν ὁ λόγος αὐτου̃ |
33 καὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃ν ἄνθρωπος ἔχων πνευ̃μα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνη̨̃ μεγάλη̨ |
34 ἔα τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃ |
35 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἀπ' αὐτου̃ καὶ ῥίψαν αὐτòν τò δαιμόνιον εἰς τò μέσον ἐξη̃λθεν ἀπ' αὐτου̃ μηδὲν βλάψαν αὐτόν |
36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας καὶ συνελάλουν πρòς ἀλλήλους λέγοντες τίς ὁ λόγος οὑ̃τος ὅτι ἐν ἐξουσία̨ καὶ δυνάμει ἐπιτάσσει τοι̃ς ἀκαθάρτοις πνεύμασιν καὶ ἐξέρχονται |
37 καὶ ἐξεπορεύετο ἠ̃χος περὶ αὐτου̃ εἰς πάντα τόπον τη̃ς περιχώρου |
38 ἀναστὰς δὲ ἀπò τη̃ς συναγωγη̃ς εἰση̃λθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ του̃ Σίμωνος ἠ̃ν συνεχομένη πυρετω̨̃ μεγάλω̨ καὶ ἠρώτησαν αὐτòν περὶ αὐτη̃ς |
39 καὶ ἐπιστὰς ἐπάνω αὐτη̃ς ἐπετίμησεν τω̨̃ πυρετω̨̃ καὶ ἀφη̃κεν αὐτήν παραχρη̃μα δὲ ἀναστα̃σα διηκόνει αὐτοι̃ς |
40 δύνοντος δὲ του̃ ἡλίου ἅπαντες ὅσοι εἰ̃χον ἀσθενου̃ντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρòς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστω̨ αὐτω̃ν τὰς χει̃ρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς |
41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπò πολλω̃ν κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ καὶ ἐπιτιμω̃ν οὐκ εἴα αὐτὰ λαλει̃ν ὅτι ἤ̨δεισαν τòν Χριστòν αὐτòν εἰ̃ναι |
42 γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν καὶ ἠ̃λθον ἕως αὐτου̃ καὶ κατει̃χον αὐτòν του̃ μὴ πορεύεσθαι ἀπ' αὐτω̃ν |
43 ὁ δὲ εἰ̃πεν πρòς αὐτοὺς ὅτι καὶ ται̃ς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δει̃ τὴν βασιλείαν του̃ θεου̃ ὅτι ἐπὶ του̃το ἀπεστάλην |
44 καὶ ἠ̃ν κηρύσσων εἰς τὰς συναγωγὰς τη̃ς ’Ιουδαίας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.