Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 5,  στἰχοι 1-11

1 ἐγένετο δὲ ἐν τω̨̃ τòν ὄχλον ἐπικει̃σθαι αὐτω̨̃ καὶ ἀκούειν τòν λόγον του̃ θεου̃ καὶ αὐτòς ἠ̃ν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
2 καὶ εἰ̃δεν δύο πλοι̃α ἑστω̃τα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιει̃ς ἀπ' αὐτω̃ν ἀποβάντες ἔπλυνον τὰ δίκτυα
3 ἐμβὰς δὲ εἰς ἓν τω̃ν πλοίων ὃ ἠ̃ν Σίμωνος ἠρώτησεν αὐτòν ἀπò τη̃ς γη̃ς ἐπαναγαγει̃ν ὀλίγον καθίσας δὲ ἐκ του̃ πλοίου ἐδίδασκεν τοὺς ὄχλους
4 ὡς δὲ ἐπαύσατο λαλω̃ν εἰ̃πεν πρòς τòν Σίμωνα ἐπανάγαγε εἰς τò βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμω̃ν εἰς ἄγραν
5 καὶ ἀποκριθεὶς Σίμων εἰ̃πεν ἐπιστάτα δι' ὅλης νυκτòς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τω̨̃ ῥήματί σου χαλάσω τὰ δίκτυα
6 καὶ του̃το ποιήσαντες συνέκλεισαν πλη̃θος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτω̃ν
7 καὶ κατένευσαν τοι̃ς μετόχοις ἐν τω̨̃ ἑτέρω̨ πλοίω̨ του̃ ἐλθόντας συλλαβέσθαι αὐτοι̃ς καὶ ἠ̃λθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοι̃α ὥστε βυθίζεσθαι αὐτά
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοι̃ς γόνασιν ’Ιησου̃ λέγων ἔξελθε ἀπ' ἐμου̃ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
9 θάμβος γὰρ περιέσχεν αὐτòν καὶ πάντας τοὺς σὺν αὐτω̨̃ ἐπὶ τη̨̃ ἄγρα̨ τω̃ν ἰχθύων ὡ̃ν συνέλαβον
10 ὁμοίως δὲ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην υἱοὺς Ζεβεδαίου οἳ ἠ̃σαν κοινωνοὶ τω̨̃ Σίμωνι καὶ εἰ̃πεν πρòς τòν Σίμωνα ὁ ’Ιησου̃ς μὴ φοβου̃ ἀπò του̃ νυ̃ν ἀνθρώπους ἔση̨ ζωγρω̃ν
11 καὶ καταγαγόντες τὰ πλοι̃α ἐπὶ τὴν γη̃ν ἀφέντες πάντα ἠκολούθησαν αὐτω̨̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).