ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 7,
στἰχοι 36-50
36 ἠρώτα δέ τις αὐτòν τω̃ν Φαρισαίων ἵνα φάγη̨ μετ' αὐτου̃ καὶ εἰσελθὼν εἰς τòν οἰ̃κον του̃ Φαρισαίου κατεκλίθη |
37 καὶ ἰδοὺ γυνὴ ἥτις ἠ̃ν ἐν τη̨̃ πόλει ἁμαρτωλός καὶ ἐπιγνου̃σα ὅτι κατάκειται ἐν τη̨̃ οἰκία̨ του̃ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου |
38 καὶ στα̃σα ὀπίσω παρὰ τοὺς πόδας αὐτου̃ κλαίουσα τοι̃ς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτου̃ καὶ ται̃ς θριξὶν τη̃ς κεφαλη̃ς αὐτη̃ς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτου̃ καὶ ἤλειφεν τω̨̃ μύρω̨ |
39 ἰδὼν δὲ ὁ Φαρισαι̃ος ὁ καλέσας αὐτòν εἰ̃πεν ἐν ἑαυτω̨̃ λέγων οὑ̃τος εἰ ἠ̃ν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτου̃ ὅτι ἁμαρτωλός ἐστιν |
40 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Σίμων ἔχω σοί τι εἰπει̃ν ὁ δέ διδάσκαλε εἰπέ φησίν |
41 δύο χρεοφειλέται ἠ̃σαν δανιστη̨̃ τινι ὁ εἱ̃ς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα |
42 μὴ ἐχόντων αὐτω̃ν ἀποδου̃ναι ἀμφοτέροις ἐχαρίσατο τίς οὐ̃ν αὐτω̃ν πλει̃ον ἀγαπήσει αὐτόν |
43 ἀποκριθεὶς Σίμων εἰ̃πεν ὑπολαμβάνω ὅτι ὡ̨̃ τò πλει̃ον ἐχαρίσατο ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ὀρθω̃ς ἔκρινας |
44 καὶ στραφεὶς πρòς τὴν γυναι̃κα τω̨̃ Σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναι̃κα εἰση̃λθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοι̃ς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ται̃ς θριξὶν αὐτη̃ς ἐξέμαξεν |
45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ' ἡ̃ς εἰση̃λθον οὐ διέλιπεν καταφιλου̃σά μου τοὺς πόδας |
46 ἐλαίω̨ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρω̨ ἤλειψεν τοὺς πόδας μου |
47 οὑ̃ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτη̃ς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ὡ̨̃ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπα̨̃ |
48 εἰ̃πεν δὲ αὐτη̨̃ ἀφέωνταί σου αἱ ἁμαρτίαι |
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοι̃ς τίς οὑ̃τός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν |
50 εἰ̃πεν δὲ πρòς τὴν γυναι̃κα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.