ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 9,
στἰχοι 10-17
10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτω̨̃ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά |
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτω̨̃ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοι̃ς περὶ τη̃ς βασιλείας του̃ θεου̃ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰα̃το |
12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἰ̃παν αὐτω̨̃ ἀπόλυσον τòν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλω̨ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὡ̃δε ἐν ἐρήμω̨ τόπω̨ ἐσμέν |
13 εἰ̃πεν δὲ πρòς αὐτούς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν οἱ δὲ εἰ̃παν οὐκ εἰσὶν ἡμι̃ν πλει̃ον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμει̃ς ἀγοράσωμεν εἰς πάντα τòν λαòν του̃τον βρώματα |
14 ἠ̃σαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἰ̃πεν δὲ πρòς τοὺς μαθητὰς αὐτου̃ κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα |
15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας |
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς παραθει̃ναι τω̨̃ ὄχλω̨ |
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τò περισσευ̃σαν αὐτοι̃ς κλασμάτων κόφινοι δώδεκα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.