ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 9,
στἰχοι 28-36
28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον ἀνέβη εἰς τò ὄρος προσεύξασθαι |
29 καὶ ἐγένετο ἐν τω̨̃ προσεύχεσθαι αὐτòν τò εἰ̃δος του̃ προσώπου αὐτου̃ ἕτερον καὶ ὁ ἱματισμòς αὐτου̃ λευκòς ἐξαστράπτων |
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτω̨̃ οἵτινες ἠ̃σαν Μωϋση̃ς καὶ ’Ηλίας |
31 οἳ ὀφθέντες ἐν δόξη̨ ἔλεγον τὴν ἔξοδον αὐτου̃ ἣν ἤμελλεν πληρου̃ν ἐν ’Ιερουσαλήμ |
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτω̨̃ ἠ̃σαν βεβαρημένοι ὕπνω̨ διαγρηγορήσαντες δὲ εἰ̃δον τὴν δόξαν αὐτου̃ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστω̃τας αὐτω̨̃ |
33 καὶ ἐγένετο ἐν τω̨̃ διαχωρίζεσθαι αὐτοὺς ἀπ' αὐτου̃ εἰ̃πεν ὁ Πέτρος πρòς τòν ’Ιησου̃ν ἐπιστάτα καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν σκηνὰς τρει̃ς μίαν σοὶ καὶ μίαν Μωϋσει̃ καὶ μίαν ’Ηλία̨ μὴ εἰδὼς ὃ λέγει |
34 ταυ̃τα δὲ αὐτου̃ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τω̨̃ εἰσελθει̃ν αὐτοὺς εἰς τὴν νεφέλην |
35 καὶ φωνὴ ἐγένετο ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτου̃ ἀκούετε |
36 καὶ ἐν τω̨̃ γενέσθαι τὴν φωνὴν εὑρέθη ’Ιησου̃ς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ται̃ς ἡμέραις οὐδὲν ὡ̃ν ἑώρακαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.