ΜΙΧΑΙΑΣ,
κεφαλίς 4
1 καὶ ἔσται ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἐμφανὲς τὸ ὄρος του̃ κυρίου ἕτοιμον ἐπὶ τὰς κορυφὰς τω̃ν ὀρέων καὶ μετεωρισθήσεται ὑπεράνω τω̃ν βουνω̃ν καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί |
2 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐρου̃σιν δευ̃τε ἀναβω̃μεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἰ̃κον του̃ θεου̃ Ιακωβ καὶ δείξουσιν ἡμι̃ν τὴν ὁδὸν αὐτου̃ καὶ πορευσόμεθα ἐν ται̃ς τρίβοις αὐτου̃ ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ |
3 καὶ κρινει̃ ἀνὰ μέσον λαω̃ν πολλω̃ν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γη̃ν μακράν καὶ κατακόψουσιν τὰς ῥομφαίας αὐτω̃ν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτω̃ν εἰς δρέπανα καὶ οὐκέτι μὴ ἀντάρη̨ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν καὶ οὐκέτι μὴ μάθωσιν πολεμει̃ν |
4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτου̃ καὶ ἕκαστος ὑποκάτω συκη̃ς αὐτου̃ καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταυ̃τα |
5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτου̃ ἡμει̃ς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεου̃ ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ ἐπέκεινα |
6 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην |
7 καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν καὶ βασιλεύσει κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιων ἀπὸ του̃ νυ̃ν καὶ ἕως εἰς τὸν αἰω̃να |
8 καὶ σύ πύργος ποιμνίου αὐχμώδης θύγατερ Σιων ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία ἐκ Βαβυλω̃νος τη̨̃ θυγατρὶ Ιερουσαλημ |
9 καὶ νυ̃ν ἵνα τί ἔγνως κακά μὴ βασιλεὺς οὐκ ἠ̃ν σοι ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδι̃νες ὡς τικτούσης |
10 ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ Σιων ὡς τίκτουσα διότι νυ̃ν ἐξελεύση̨ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίω̨ καὶ ἥξεις ἕως Βαβυλω̃νος ἐκει̃θεν ῥύσεταί σε καὶ ἐκει̃θεν λυτρώσεταί σε κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρω̃ν σου |
11 καὶ νυ̃ν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες ἐπιχαρούμεθα καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀφθαλμοὶ ἡμω̃ν |
12 αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνη̃καν τὴν βουλὴν αὐτου̃ ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος |
13 ἀνάστηθι καὶ ἀλόα αὐτούς θύγατερ Σιων ὅτι τὰ κέρατά σου θήσομαι σιδηρα̃ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκα̃ς καὶ κατατήξεις ἐν αὐτοι̃ς ἔθνη καὶ λεπτυνει̃ς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τω̨̃ κυρίω̨ τὸ πλη̃θος αὐτω̃ν καὶ τὴν ἰσχὺν αὐτω̃ν τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.