1 ἀρχὴ του̃ εὐαγγελίου ’Ιησου̃ Χριστου̃ υἱου̃ θεου̃ |
2 καθὼς γέγραπται ἐν τω̨̃ ’Ησαΐα̨ τω̨̃ προφήτη̨ ἰδοὺ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου |
3 φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδòν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους αὐτου̃ |
4 ἐγένετο ’Ιωάννης ὁ βαπτίζων ἐν τη̨̃ ἐρήμω̨ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιω̃ν |
5 καὶ ἐξεπορεύετο πρòς αὐτòν πα̃σα ἡ ’Ιουδαία χώρα καὶ οἱ ‘Ιεροσολυμι̃ται πάντες καὶ ἐβαπτίζοντο ὑπ' αὐτου̃ ἐν τω̨̃ ’Ιορδάνη̨ ποταμω̨̃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτω̃ν |
6 καὶ ἠ̃ν ὁ ’Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον |
7 καὶ ἐκήρυσσεν λέγων ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου οὑ̃ οὐκ εἰμὶ ἱκανòς κύψας λυ̃σαι τòν ἱμάντα τω̃ν ὑποδημάτων αὐτου̃ |
8 ἐγὼ ἐβάπτισα ὑμα̃ς ὕδατι αὐτòς δὲ βαπτίσει ὑμα̃ς ἐν πνεύματι ἁγίω̨ |
9 καὶ ἐγένετο ἐν ἐκείναις ται̃ς ἡμέραις ἠ̃λθεν ’Ιησου̃ς ἀπò Ναζαρὲτ τη̃ς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τòν ’Ιορδάνην ὑπò ’Ιωάννου |
10 καὶ εὐθὺς ἀναβαίνων ἐκ του̃ ὕδατος εἰ̃δεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τò πνευ̃μα ὡς περιστερὰν καταβαι̃νον εἰς αὐτόν |
11 καὶ φωνὴ ἐγένετο ἐκ τω̃ν οὐρανω̃ν σὺ εἰ̃ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα |
12 καὶ εὐθὺς τò πνευ̃μα αὐτòν ἐκβάλλει εἰς τὴν ἔρημον |
13 καὶ ἠ̃ν ἐν τη̨̃ ἐρήμω̨ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπò του̃ Σατανα̃ καὶ ἠ̃ν μετὰ τω̃ν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτω̨̃ |
14 μετὰ δὲ τò παραδοθη̃ναι τòν ’Ιωάννην ἠ̃λθεν ὁ ’Ιησου̃ς εἰς τὴν Γαλιλαίαν κηρύσσων τò εὐαγγέλιον του̃ θεου̃ |
15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρòς καὶ ἤγγικεν ἡ βασιλεία του̃ θεου̃ μετανοει̃τε καὶ πιστεύετε ἐν τω̨̃ εὐαγγελίω̨ |
16 καὶ παράγων παρὰ τὴν θάλασσαν τη̃ς Γαλιλαίας εἰ̃δεν Σίμωνα καὶ ’Ανδρέαν τòν ἀδελφòν Σίμωνος ἀμφιβάλλοντας ἐν τη̨̃ θαλάσση̨ ἠ̃σαν γὰρ ἁλιει̃ς |
17 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς δευ̃τε ὀπίσω μου καὶ ποιήσω ὑμα̃ς γενέσθαι ἁλιει̃ς ἀνθρώπων |
18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτω̨̃ |
19 καὶ προβὰς ὀλίγον εἰ̃δεν ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ αὐτοὺς ἐν τω̨̃ πλοίω̨ καταρτίζοντας τὰ δίκτυα |
20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς καὶ ἀφέντες τòν πατέρα αὐτω̃ν Ζεβεδαι̃ον ἐν τω̨̃ πλοίω̨ μετὰ τω̃ν μισθωτω̃ν ἀπη̃λθον ὀπίσω αὐτου̃ |
21 καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοι̃ς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν |
22 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ἠ̃ν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματει̃ς |
23 καὶ εὐθὺς ἠ̃ν ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨ καὶ ἀνέκραξεν |
24 λέγων τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃ |
25 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἐξ αὐτου̃ |
26 καὶ σπαράξαν αὐτòν τò πνευ̃μα τò ἀκάθαρτον καὶ φωνη̃σαν φωνη̨̃ μεγάλη̨ ἐξη̃λθεν ἐξ αὐτου̃ |
27 καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητει̃ν πρòς ἑαυτοὺς λέγοντας τί ἐστιν του̃το διδαχὴ καινὴ κατ' ἐξουσίαν καὶ τοι̃ς πνεύμασι τοι̃ς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτω̨̃ |
28 καὶ ἐξη̃λθεν ἡ ἀκοὴ αὐτου̃ εὐθὺς πανταχου̃ εἰς ὅλην τὴν περίχωρον τη̃ς Γαλιλαίας |
29 καὶ εὐθὺς ἐκ τη̃ς συναγωγη̃ς ἐξελθόντες ἠ̃λθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ ’Ανδρέου μετὰ ’Ιακώβου καὶ ’Ιωάννου |
30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα καὶ εὐθὺς λέγουσιν αὐτω̨̃ περὶ αὐτη̃ς |
31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τη̃ς χειρός καὶ ἀφη̃κεν αὐτὴν ὁ πυρετός καὶ διηκόνει αὐτοι̃ς |
32 ὀψίας δὲ γενομένης ὅτε ἔδυ ὁ ἥλιος ἔφερον πρòς αὐτòν πάντας τοὺς κακω̃ς ἔχοντας καὶ τοὺς δαιμονιζομένους |
33 καὶ ἠ̃ν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρòς τὴν θύραν |
34 καὶ ἐθεράπευσεν πολλοὺς κακω̃ς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλει̃ν τὰ δαιμόνια ὅτι ἤ̨δεισαν αὐτόν |
35 καὶ πρωΐ ἔννυχα λίαν ἀναστὰς ἐξη̃λθεν καὶ ἀπη̃λθεν εἰς ἔρημον τόπον κἀκει̃ προσηύχετο |
36 καὶ κατεδίωξεν αὐτòν Σίμων καὶ οἱ μετ' αὐτου̃ |
37 καὶ εὑ̃ρον αὐτòν καὶ λέγουσιν αὐτω̨̃ ὅτι πάντες ζητου̃σίν σε |
38 καὶ λέγει αὐτοι̃ς ἄγωμεν ἀλλαχου̃ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκει̃ κηρύξω εἰς του̃το γὰρ ἐξη̃λθον |
39 καὶ ἠ̃λθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτω̃ν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων |
40 καὶ ἔρχεται πρòς αὐτòν λεπρòς παρακαλω̃ν αὐτòν καὶ γονυπετω̃ν καὶ λέγων αὐτω̨̃ ὅτι ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι |
41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἥψατο καὶ λέγει αὐτω̨̃ θέλω καθαρίσθητι |
42 καὶ εὐθὺς ἀπη̃λθεν ἀπ' αὐτου̃ ἡ λέπρα καὶ ἐκαθαρίσθη |
43 καὶ ἐμβριμησάμενος αὐτω̨̃ εὐθὺς ἐξέβαλεν αὐτόν |
44 καὶ λέγει αὐτω̨̃ ὅρα μηδενὶ μηδὲν εἴπη̨ς ἀλλὰ ὕπαγε σεαυτòν δει̃ξον τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου ἃ προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς |
45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τòν λόγον ὥστε μηκέτι αὐτòν δύνασθαι φανερω̃ς εἰς πόλιν εἰσελθει̃ν ἀλλ' ἔξω ἐπ' ἐρήμοις τόποις ἠ̃ν καὶ ἤρχοντο πρòς αὐτòν πάντοθεν |