Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 10

καὶ ἐκει̃θεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρòς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς
καὶ προσελθόντες Φαρισαι̃οι ἐπηρώτων αὐτòν εἰ ἔξεστιν ἀνδρὶ γυναι̃κα ἀπολυ̃σαι πειράζοντες αὐτόν
ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς τί ὑμι̃ν ἐνετείλατο Μωϋση̃ς
οἱ δὲ εἰ̃παν ἐπέτρεψεν Μωϋση̃ς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολυ̃σαι
ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἔγραψεν ὑμι̃ν τὴν ἐντολὴν ταύτην
ἀπò δὲ ἀρχη̃ς κτίσεως ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τòν πατέρα αὐτου̃ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ
ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν
11 καὶ λέγει αὐτοι̃ς ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται ἐπ' αὐτήν
12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τòν ἄνδρα αὐτη̃ς γαμήση̨ ἄλλον μοιχα̃ται
13 καὶ προσέφερον αὐτω̨̃ παιδία ἵνα αὐτω̃ν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς
14 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ἠγανάκτησεν καὶ εἰ̃πεν αὐτοι̃ς ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με μὴ κωλύετε αὐτά τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία του̃ θεου̃
15 ἀμὴν λέγω ὑμι̃ν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν του̃ θεου̃ ὡς παιδίον οὐ μὴ εἰσέλθη̨ εἰς αὐτήν
16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χει̃ρας ἐπ' αὐτά
17 καὶ ἐκπορευομένου αὐτου̃ εἰς ὁδòν προσδραμὼν εἱ̃ς καὶ γονυπετήσας αὐτòν ἐπηρώτα αὐτόν διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω
18 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθòς εἰ μὴ εἱ̃ς ὁ θεός
19 τὰς ἐντολὰς οἰ̃δας μὴ φονεύση̨ς μὴ μοιχεύση̨ς μὴ κλέψη̨ς μὴ ψευδομαρτυρήση̨ς μὴ ἀποστερήση̨ς τίμα τòν πατέρα σου καὶ τὴν μητέρα
20 ὁ δὲ ἔφη αὐτω̨̃ διδάσκαλε ταυ̃τα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου
21 ὁ δὲ ’Ιησου̃ς ἐμβλέψας αὐτω̨̃ ἠγάπησεν αὐτòν καὶ εἰ̃πεν αὐτω̨̃ ἕν σε ὑστερει̃ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δòς τοι̃ς πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν οὐρανω̨̃ καὶ δευ̃ρο ἀκολούθει μοι
22 ὁ δὲ στυγνάσας ἐπὶ τω̨̃ λόγω̨ ἀπη̃λθεν λυπούμενος ἠ̃ν γὰρ ἔχων κτήματα πολλά
23 καὶ περιβλεψάμενος ὁ ’Ιησου̃ς λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ πω̃ς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελεύσονται
24 οἱ δὲ μαθηταὶ ἐθαμβου̃ντο ἐπὶ τοι̃ς λόγοις αὐτου̃ ὁ δὲ ’Ιησου̃ς πάλιν ἀποκριθεὶς λέγει αὐτοι̃ς τέκνα πω̃ς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελθει̃ν
25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τη̃ς τρυμαλια̃ς τη̃ς ῥαφίδος διελθει̃ν ἢ πλούσιον εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελθει̃ν
26 οἱ δὲ περισσω̃ς ἐξεπλήσσοντο λέγοντες πρòς ἑαυτούς καὶ τίς δύναται σωθη̃ναι
27 ἐμβλέψας αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγει παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ' οὐ παρὰ θεω̨̃ πάντα γὰρ δυνατὰ παρὰ τω̨̃ θεω̨̃
28 ἤρξατο λέγειν ὁ Πέτρος αὐτω̨̃ ἰδοὺ ἡμει̃ς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι
29 ἔφη ὁ ’Ιησου̃ς ἀμὴν λέγω ὑμι̃ν οὐδείς ἐστιν ὃς ἀφη̃κεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμου̃ καὶ ἕνεκεν του̃ εὐαγγελίου
30 ἐὰν μὴ λάβη̨ ἑκατονταπλασίονα νυ̃ν ἐν τω̨̃ καιρω̨̃ τούτω̨ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμω̃ν καὶ ἐν τω̨̃ αἰω̃νι τω̨̃ ἐρχομένω̨ ζωὴν αἰώνιον
31 πολλοὶ δὲ ἔσονται πρω̃τοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρω̃τοι
32 ἠ̃σαν δὲ ἐν τη̨̃ ὁδω̨̃ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα καὶ ἠ̃ν προάγων αὐτοὺς ὁ ’Ιησου̃ς καὶ ἐθαμβου̃ντο οἱ δὲ ἀκολουθου̃ντες ἐφοβου̃ντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοι̃ς λέγειν τὰ μέλλοντα αὐτω̨̃ συμβαίνειν
33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ‘Ιεροσόλυμα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδοθήσεται τοι̃ς ἀρχιερευ̃σιν καὶ τοι̃ς γραμματευ̃σιν καὶ κατακρινου̃σιν αὐτòν θανάτω̨ καὶ παραδώσουσιν αὐτòν τοι̃ς ἔθνεσιν
34 καὶ ἐμπαίξουσιν αὐτω̨̃ καὶ ἐμπτύσουσιν αὐτω̨̃ καὶ μαστιγώσουσιν αὐτòν καὶ ἀποκτενου̃σιν καὶ μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται
35 καὶ προσπορεύονται αὐτω̨̃ ’Ιάκωβος καὶ ’Ιωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτω̨̃ διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήση̨ς ἡμι̃ν
36 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς τί θέλετέ με ποιήσω ὑμι̃ν
37 οἱ δὲ εἰ̃παν αὐτω̨̃ δòς ἡμι̃ν ἵνα εἱ̃ς σου ἐκ δεξιω̃ν καὶ εἱ̃ς ἐξ ἀριστερω̃ν καθίσωμεν ἐν τη̨̃ δόξη̨ σου
38 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐκ οἴδατε τί αἰτει̃σθε δύνασθε πιει̃ν τò ποτήριον ὃ ἐγὼ πίνω ἢ τò βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθη̃ναι
39 οἱ δὲ εἰ̃παν αὐτω̨̃ δυνάμεθα ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τò ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τò βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε
40 τò δὲ καθίσαι ἐκ δεξιω̃ν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμòν δου̃ναι ἀλλ' οἱ̃ς ἡτοίμασται
41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτει̃ν περὶ ’Ιακώβου καὶ ’Ιωάννου
42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς οἴδατε ὅτι οἱ δοκου̃ντες ἄρχειν τω̃ν ἐθνω̃ν κατακυριεύουσιν αὐτω̃ν καὶ οἱ μεγάλοι αὐτω̃ν κατεξουσιάζουσιν αὐτω̃ν
43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμι̃ν ἀλλ' ὃς ἂν θέλη̨ μέγας γενέσθαι ἐν ὑμι̃ν ἔσται ὑμω̃ν διάκονος
44 καὶ ὃς ἂν θέλη̨ ἐν ὑμι̃ν εἰ̃ναι πρω̃τος ἔσται πάντων δου̃λος
45 καὶ γὰρ ὁ υἱòς του̃ ἀνθρώπου οὐκ ἠ̃λθεν διακονηθη̃ναι ἀλλὰ διακονη̃σαι καὶ δου̃ναι τὴν ψυχὴν αὐτου̃ λύτρον ἀντὶ πολλω̃ν
46 καὶ ἔρχονται εἰς ’Ιεριχώ καὶ ἐκπορευομένου αὐτου̃ ἀπò ’Ιεριχὼ καὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ ὄχλου ἱκανου̃ ὁ υἱòς Τιμαίου Βαρτιμαι̃ος τυφλòς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν
47 καὶ ἀκούσας ὅτι ’Ιησου̃ς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν υἱὲ Δαυὶδ ’Ιησου̃ ἐλέησόν με
48 καὶ ἐπετίμων αὐτω̨̃ πολλοὶ ἵνα σιωπήση̨ ὁ δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
49 καὶ στὰς ὁ ’Ιησου̃ς εἰ̃πεν φωνήσατε αὐτόν καὶ φωνου̃σιν τòν τυφλòν λέγοντες αὐτω̨̃ θάρσει ἔγειρε φωνει̃ σε
50 ὁ δὲ ἀποβαλὼν τò ἱμάτιον αὐτου̃ ἀναπηδήσας ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν
51 καὶ ἀποκριθεὶς αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ̃πεν τί σοι θέλεις ποιήσω ὁ δὲ τυφλòς εἰ̃πεν αὐτω̨̃ ραββουνι ἵνα ἀναβλέψω
52 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).