ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 15,
στἰχοι 6-15
6 κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοι̃ς ἕνα δέσμιον ὃν παρη̨του̃ντο |
7 ἠ̃ν δὲ ὁ λεγόμενος Βαραββα̃ς μετὰ τω̃ν στασιαστω̃ν δεδεμένος οἵτινες ἐν τη̨̃ στάσει φόνον πεποιήκεισαν |
8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτει̃σθαι καθὼς ἐποίει αὐτοι̃ς |
9 ὁ δὲ Πιλα̃τος ἀπεκρίθη αὐτοι̃ς λέγων θέλετε ἀπολύσω ὑμι̃ν τòν βασιλέα τω̃ν ’Ιουδαίων |
10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτòν οἱ ἀρχιερει̃ς |
11 οἱ δὲ ἀρχιερει̃ς ἀνέσεισαν τòν ὄχλον ἵνα μα̃λλον τòν Βαραββα̃ν ἀπολύση̨ αὐτοι̃ς |
12 ὁ δὲ Πιλα̃τος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοι̃ς τί οὐ̃ν θέλετε ποιήσω ὃν λέγετε τòν βασιλέα τω̃ν ’Ιουδαίων |
13 οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν |
14 ὁ δὲ Πιλα̃τος ἔλεγεν αὐτοι̃ς τί γὰρ ἐποίησεν κακόν οἱ δὲ περισσω̃ς ἔκραξαν σταύρωσον αὐτόν |
15 ὁ δὲ Πιλα̃τος βουλόμενος τω̨̃ ὄχλω̨ τò ἱκανòν ποιη̃σαι ἀπέλυσεν αὐτοι̃ς τòν Βαραββα̃ν καὶ παρέδωκεν τòν ’Ιησου̃ν φραγελλώσας ἵνα σταυρωθη̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.